Psalms 46 — Greek (Septuagint / SBLGNT)

Read Psalms 46 side by side with translations · The Final Bible

1 Εἰς τὸ τέλος· ὑπερ τῶν υἱῶν Κόρε ψαλμός.

2 ΙΙάντα τὰ ἔθνη κροτήσατε χεῖρας. ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.

3 ὅτι Κύριος Ὕψιστος φοβερός. βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.

4 ὑπέταξεν λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν·

5 ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν. διάψαλμα.

6 ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.

7 ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε·

8 ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός, ψάλατε συνετῶς.

9 ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.

10 ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ, ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.

Psalms 45 · Psalms 47 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)