Read Psalms 45 side by side with translations · The Final Bible
1 Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κόρε, ὑπὲρ τῶν κρυφίων ψαλμός.
2 Ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις. βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.
3 διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.
4 ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. διάψαλμα.
5 τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ· ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.
6 ὁ θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται βοηθήσει αὐτῇ ὁ θεὸς τῷ προσώπῳ.
7 ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκεν φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ.
8 Κύριος τῶν δυνάμεων μεθʼ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ. διάψαλμα.
9 δεῦτε, ἴδετε τὰ ἔργα Κυρίου, ἂ ἔθετο τέρατα ἐπὶ τῆς γῆς·
10 ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. τόξον συντρίψει καὶ συνκλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.
11 σχολάσατε, καὶ γνῶτε ὅτι ἐγὼ εἰμι ὁ θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.
12 Κύριος τῶν δυνάμεων μεθʼ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ.
Psalms 44 · Psalms 46 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)