Read Psalms 137 side by side with translations · The Final Bible
1 Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. ὅτι ἤκουσας τὰ ῥήματα τοῦ στόματός μου· καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι.
2 προσκυνήσω πρὸς ναὸν ἅγιόν σου, καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν ὄνομα τὸ ἅγιόν σου.
3 ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαι, ταχὺ ἐπάκουσόν μου· πολυωρήσεις με ἐν ψυχῇ μου ἐν δυνάμει πολλῇ.
4 ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου·
5 καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου, ὅτι ἡ δόξα Κυρίου μεγάλη·
6 ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ, καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει.
7 ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με· ἐπʼ ὀργὴν ἐχθρῶν ἐξέτεινας χεῖράς μου. καὶ ἔσωσέν με ἡ δεξιά σου.
8 Κύριε, ἀνταποδώσεις ὑπέρ ἐμοῦ Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, Κύριε, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς.
9 Τῷ Δαυεἰδ.
Psalms 136 · Psalms 138 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)