Home › Reader › Psalms › Psalms 136 › Greek (Septuagint / SBLGNT)
Read Psalms 136 side by side with translations · All chapters of Psalms
1 Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών·
2 ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν.
3 ὅτι ἐκεῖ ἠρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν, καὶ οἰ ἀπαγαγόντες ἡμᾶς Ὑμνήσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών.
4 πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
5 ἐὰν ἐπλάθωμαί σου, Ἰερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου·
6 κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ, ἐὰν μὴ προανατάξωμαι τὴν Ἰερουσαλὴμ ἐν ἀρχῇ τῆς εὐφροσύνης μου.
7 μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἰερουσαλήμ, τῶν λεγόντων Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως ὁ θεμέλιος ἐν αὐτῇ.
8 θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος, μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου ἀνταπέδωκας ἡμῖν·
9 μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν,
26 Τῷ Δαυείδ.
← Psalms 135 · Psalms 137 → · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)