Psalms of Solomon 6 — Greek (Septuagint / SBLGNT)

The Final Bible

1 Μακάριος ἀνὴρ οὗ ἡ καρδία αὐτοῦ ἑτοίμη ἐπικαλέσασθαι τὸ ὄνομα Κυρίου·

2 ἐν τῷ μνημονεύειν αὐτὸν τὸ ὄνομα Κυρίου σωθήσεται

3 αἱ ὁδοὶ αὐτοῦ κατευθύνονται ὑπὸ Κυρίου, καὶ πεφυλαγμένα ἔργα χειρῶν αὐτοῦ ὑπὸ Κυρίου θεοῦ αὐτοῦ

4 ἀπὸ ὁράσεως πονηρῶν ἐνυπνίων αὐτοῦ οὐ ταραχθήσεται·

5 ἡ ψυχὴ αὐτοῦ ἐν διαβάσει ποταμῶν καὶ σάλῳ θαλασσῶν οὐ πτοηθήσεται.

6 ἐξανέστη ἐξ ὕπνου αὐτοῦ, καὶ ηὐλόγησεν τῷ ὀνόματι Κυρίου.

7 ἐπ εὐσταθίᾳ καρδίας αὐτοῦ ἐξύμνησεν τῷ ἀνόματι τοῦ θεοῦ, καὶ ἐδεήθη τοῦ προσώπου Κυρίου περὶ παντὸς τοῦ οἴκου αὐτοῦ.

8 καὶ Κύριος εἰσήκουσεν προσευχὴν παντὸς ἐν φοίβῳ θεοῦ, καὶ πᾶν αἴτημα ψυχῆς ἐλπιζούσης πρὸς αὐτὸν ἐπιτελεῖ ὁ κύριος.

9 εὺλογητὸς Κύριος ὁ ποιῶν ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀληθεία.

22 Ἐν ἐλπίδι τῷ Σαλωμών.

Psalms of Solomon 5 · Psalms of Solomon 7 · Aramaic (Peshitta)