Psalms of Solomon 7 — Greek (Septuagint / SBLGNT)

The Final Bible

1 Μὴ ἀποσκηνώσῃς ἀφʼ ἡμῶν, ὁ θεός, ἵνα μὴ ἐπιθῶνται ἡμῖν οἵ ἐμίσησαν ἡμᾶς δωρεάν.

2 ὅτι ἀπώσω αὐτούς, ὁ θεός· μὴ πατησάτω ὁ ποὺς αὐτῶν κληρονομίαν ἁγιὶσματός σου.

3 σὺ ἐν θελήματί σου παίδευσον ἡμᾶς. καὶ μὴ δῷς ἔθνεσιν.

4 ἐὰν γὰρ ἀποστείλῃς θάνατον, σὺ ἐντελῇ αὐτῷ περὶ ἡμῶν· ὅτι σὺ ἐλεήμων, καὶ οὐκ ὀργισθήσῃ τοῦ συντελέσαι ἡμᾶς,

5 ἐν τῷ κατασκηνοῦν τὸ ὄνομά σου ἐν μέσῳ ἡμῶν ἐλεηθησόμεθα.

6 καί οὐκ ἰσχύσει πρὸς ἡμᾶς ἔθνος, ὅτι σὺ ὑπερασπιστὴς ἡμῶν.

7 καὶ ἡμεῖς ἐπικαλεσόμεθά σε, καὶ σὺ ἐπακούσῃ ἡμῶν·

8 ῆτι σὺ οἰκτειρήσεις τὸ γένος Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ οὐκ ἀπώσει· καὶ ἡμεῖς ὑπὸ ζυγόν σου τὸν αἰῶνα, καὶ μάστιγα παιδίας σου.

9 Τῷ Σαλωμών· ἐπιστροφῆς. κατευθυνεῖς ἡμᾶς ἐν καιρῷ ἀντιλήψεως σου, τοῦ ἐλεῆσαι τὸν οἶκον Ἰακὼβ εἰς ἡμέραν ἐν ἧ ἐπηγγείλω αὐτοῖς.

Psalms of Solomon 6 · Psalms of Solomon 8 · Aramaic (Peshitta)