Psalms of Solomon 13 — Greek (Septuagint / SBLGNT)

The Final Bible

1 Δεξιὰ Κυρίου ἐσκέπασέν με, δεξιὰ Κυρίου ἐφείσατο ἡμῶν.

2 ὁ βραχίων Κυρίου ἔσωσεν ἡμᾶς ἀπὸ όομφαίις διαπορευομένης, ἀπὸ λιμοῦ καὶ θανάτου ἁμαρτωλῶν.

3 θηρία ἐπεδράμοσαν αὐτοῖς πονηρά· ἐν τοῖς ὀδοῦσιν αὐτῶν ἐτίλλοσαν σάρκας αὐτῶν, καὶ ἐν ταῖς μύλαις ἔθλων ὀστᾶ αὐτῶν· καὶ ἐκ τούτων ἁπάντων ἐρρύσατο ἡμᾶς Κύριος.

4 ἐταράχθη ὁ ἀσεβὴς διὰ παραπτώματα αὐτοῦ, μή ποτε συμπαραληφθῇ μετὰ τῶν ἁμαρτωλῶν.

5 ὅτι δεινὴ ἡ καταστροφὴ τοῦ ἁμαρτωλοῦ. καὶ οὐχ ἅψεται δικαίου οὐδὲν ἐκ πάντων τούτων.

6 ἰτι οὐχ ὁμοία ἡ παιδεία τῶν δικαίων ἐν ἀγνοίᾳ. καὶ ἡ καταστροφὴ τοῦ ἁμαρτωλοῦ·

7 ἐν περιστολῇ παιδεύεται δίκαιος, ἵνα μὴ ἐπιχαρῇ ὁ ἁμαρτωλὸς τῷ δικαία.

8 Τῷ Σαλωμὼν ψαλμός· παράκλησις τῶν δικαίων. ὅτι νουθετήσει δίκαιον ὡς υἱὸν ἀγαπήσεως, καὶ ἡ παιδεία αὐτοῦ ὡς πρωτοτόκου.

9 ὅτι φείσεται Κύριος τῶν ὁσίων αὐτοῦ, καὶ τὰ παραπτώματα αὐτῶν ἐξαλείψει ἐν παιδεία. ἡ γὰρ ζωὴ τῶν δικαίων εἰς τὸν αἰῶνα·

10 ἁμαρτωλοὶ δὲ ἀρθήσονται εἰς ἀπώλειαν, καὶ οὐχ είρεθήσεται μνημόσυνον αὐτῶν ἔτι

11 ἐπὶ δὲ τοὺς ὁσίους τὸ ἔλεος Κυρἰου, καὶ ἐπὶ τοὺς φοβουμένους τὸ ἔλεος αὐτοῦ.

Psalms of Solomon 12 · Psalms of Solomon 14 · Aramaic (Peshitta)