Psalms of Solomon 12 — Greek (Septuagint / SBLGNT)

The Final Bible

1 Κύριε, ῥῦσαι τὴν ψυχὴν μου ἀπὸ ἀνδρὸς παρανόμου καὶ πονηροῦ, ἀπὸ γλώσσης παρανόμου καὶ ψιθυρου καὶ λαλούσης ψευδῆ καὶ δόλια·

2 ἐν ποικιλίᾳ στροφῆς οἱ λόγοι τῆς γλώσσης ἀνδρὸς πονηρῦ. ὥσπερ ἐν λαῷ πῦρ ἀνάπτον καλλονὴν αὐτοῦ

3 ἡ παροικία αὐτοῦ, ἐμπλῆσαι οἴκους ἐν γλώσσῃ ψεύδει ἐκκόψαι δένδρα εὐφροσύνης φλογιζούσης παρανόμους.

4 συνχέαι οἴκους παρανόμους ἐν πολέμῳ χείλεσι ψιθύροις. μακρύναι ὁ θεὸς ἀπὸ ἀκάκων χείλη παρανόμων ἐν ἀπορίᾳ, καὶ σκορπισθείησαν ὀστᾶ ψιθύρων ἀπὸ φοβουμένων Κύριον

5 ἐν πυρὶ φλογὸς γλῶσσα ψιθυρὸς ἀπόλοιτο ἀπὸ ὁσίων.

6 φυλάξαι Κύριος ψυχὴν ἡσύχιον μισοῦσαν ἀδίκους, καὶ κατευθύναι Κύριος ἄνδρα ποιοῦντα εἰρήνην ἐν οἴκῳ.

7 τοῦ κυρίου ἡ σωτηρία ἐπὶ Ἰσραὴλ παῖδα αὐτοῦ εἰς τὸν αἰῶνα,

8 καὶ ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου Κυρίου ἅπαξ, καὶ ὅσιοι Κυρίου κληρονομήσαισαν ἐπαγγελίας.

9 Τῷ Σαλωμών· ἐν γλώσσῃ παρανόμων.

Psalms of Solomon 11 · Psalms of Solomon 13 · Aramaic (Peshitta)