Isaiah 9 — Greek (Septuagint / SBLGNT)

Read Isaiah 9 side by side with translations · The Final Bible

1 Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλών, ἡ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, καὶ οἱ λοιποὶ οἱ τὴν παράλων κατοικοῦντες καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, τὰ μέρη τῆς Ἰουδαίας.

2 ὁ λαὸς ὃ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ’ ὑμᾶς.

3 τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ, καὶ ὃν τρόπον εὐφραίνονται οἱ διαιρούμενοι σκῦλα.

4 διότι ἀφαιρεθήσεται ὃ ζυγὸς ὃ ἐπ’ αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν Κύριος, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ.

5 ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι,

6 ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν , οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλέσει τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἅγγελος, θαυμαστὸς σύμβουλος, ἰσχυρός, ἐξουσιαστής, ἅρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος· ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίαν αὐτῷ.

7 Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν θρόνον Δαυεὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι, ἀπὸ τοῦ νῦν καὶ εἷς τὸν αἰῶνα χρόνον· ὃ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.

8 Θάνατον ἀπέστειλεν Κύριος ἐπὶ Ἰακώβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ

9 καὶ γνώσονται πᾶς, ὃ λαὸς τοῦ Ἐφράιμ, καὶ οἶ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ ἐφ’ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ, λέγοντες

10 Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους, καὶ ἐκκόψωμεν συκαμίνους καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον.

11 καὶ ῥάξει ὃ θεὸς τοὺς ἐπανιστανομένους ἐπ’ ὅρους Σιὼν ἐπ’ αὐτούς, καὶ τοὺς ἐχθροὺς αὐτῶν διασκεδάσει,

12 Συρίαν ἀφ’ ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφ’ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι. ἐπὶ τούτοις πᾶσιν οὔκ ἀπεστράφη ὁ θυμός, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή.

13 καὶ ὁ λαὸς οὐκ ἀπεστράφη ἔως ἐπλήγη, καὶ τὸν κύριον οὔκ ἐξεζήτησαν.

14 Καὶ Καὶ ἀφεῖλεν Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐράν, μέγαν καὶ μικρὸν ἐν μία ἡμέρᾳ, πρεσβύτην καὶ τοὺς τὸ, πρόσωπα θαυμάζοντας, αὕτη ἡ ἀρχή,

15 καὶ προφήτην διδάσκοντα ἄνομα, οὗτος ἡ οὐρά.

16 καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες, καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς.

17 διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους οὐκ εὐφρανθήσεται ὃ θεός, καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει· ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. ἐπὶ πᾶσι τούτοις οὒκ ἀπεστράφη ὃ θυμός, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή.

18 Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ἐν τοῖς δάσεσιν τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ. κύκλῳ τῶν βουνῶν πάντα·

19 διὰ θυμὸν ὀργῆς Κυρίου συγκαυθήσεται ἡ γῆ ὅλη, καὶ ἔσται ὃ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος. ἅνθρωπος τὸν ἀδελφὸν αὑτοῦ οὐκ ἐλεήσει,

20 ἀλλὰ ἐκκλινεῖ εἷς τὰ δεξιά, ὅτι πεινάσει, καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὗ μὴ ἐμπλησθῇ, ἅνθρωπος ἔσθων τὰς σάρκας τοῦ βραχίονος τοῦ ἀδελφοῦ αὐτοῦ.

21 φάγεται γὰρ Μαννασσὴ τοῦ Ἐφράιμ, καὶ Ἐφράιμ τοῦ Μαννασσή. ὅτι ἅμα πολιορκήσουσιν τὸν Ἰούδαν. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ’ ἔτι ἡ χεὶρ

Isaiah 8 · Isaiah 10 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)