Isaiah 10 — Greek (Septuagint / SBLGNT)

Read Isaiah 10 side by side with translations · The Final Bible

1 Οὐαὶ τοῖς γράφουσιν πονηρίαν· γράφοντες γὰρ πονηρίαν γράφουσιν,

2 ἐκκλίνοντες κρίσιν πτωχῶν, καὶ ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἷς ἁρπαγήν, καὶ ὀρφανὸν εἷς προνομήν.

3 καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ ἐπισκοπῆς ; ἡ γὰρ θλίψις ὑμῖν πόρρωθεν ἥξει· καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν,

4 τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; καὶ ὑποκάτω ἀνῃρημένων πεσοῦνται. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὃ θυμός, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή.

5 Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐν ταῖς χερσὶν αὐτῶν.

6 τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστέλλω, καὶ τῷ ἐμῷ λαῷ συντάξω τοῦ ποιῆσαι σκῦλα καὶ προνομήν, καὶ καταπατεῖν τὰς πόλεις καὶ θεῖναι αὐτὰς εἷς κονιορτόν.

7 αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη, καὶ πῆ ψυχῇ οὔχ οὕτως λελόγισται· ἀλλὰ ἀπαλλάξει ὃ νοῦς αὐτοῦ, καὶ τοῦ ἐξολεθρεῦσαι ἔθνη οὐκ ὀλίγα.

8 καὶ ἐὰν εἴπωσιν αὐτῷ Σὺ μόνος εἶ ἅρχων,

9 καὶ ἐρεῖ Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλαννή, οὗ ὃ πύργος ᾠκοδομήθη ; καὶ ἔλαβον Ἀραβείαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν·

10 ὃν τρόπον ταύτας ἔλαβον ἐν τῇ χειρί μου, καὶ πάσας τὰς χώρας λήμψομαι. ὀλολύξατε, τὸ, γλυπτὰ ἐν Ἰερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ·

11 ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις < αὐτῆς, > οὕτως ποιήσω καὶ Ἰερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς.

12 Καὶ ἔσται ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν έν τῷ ὄρει Σιὼν καὶ ἐν Ἰερουσαλήμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ.

13 εἶπεν γὰρ Τῇ ἰσχύι ποιήσω, καὶ < τῆ σοφίᾳ. τῆς συνέσεως > ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν προνομεύσω·

14 καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρί μου ὡς νοσσιάν, καὶ ὡς καταλελιμμένα ὠᾶ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι.

15 Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος έν αὐτῇ; ἦ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύτως ἐάν τις ἄρῃ ῥάβδον ἢ ξύλον, καὶ οὔχ οὕτως;

16 ἀλλὰ ἀποστελεῖ Κύριος σαβαὼθ εἷς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἷς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται·

17 καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ ὡς πῦρ, καὶ ἁγιάσει αὐτὸ έν πυρὶ καιομένῳ, καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην.

18 τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὸ, ὅρη καὶ οἶ δρυμοὶ καὶ οἶ βουνοί, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν· καὶ ἔσται ὅ φεύγων ὡς ὅ φεύγων ἀπὸ φλογὸς καιομένης·

19 καὶ οἱ καταλειφθέντες ἀπ’ αὐτῶν ἔσονται ἀριθμός, καὶ παιδίον γράψει αὐτούς.

20 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ. ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραήλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλ᾿ ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ.

21 καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ θεὸν ἰσχύοντα.

22 καὶ ἐὰν γένηται ὁ λαός Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ,

23 ὅτι λόγον συντετμημένον ποιήσει ὁ θεός ἐν τῇ οἰκουμένῃ ὅλῃ.

24 Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ θεὸς σαβαώθ Μὴ φοβοῦ, ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιών, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε· πληγὴν γὰρ ἐπάγω ἐπὶ σέ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου.

25 ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν·

26 καὶ ἐπεγερεῖ ὁ θεὸς ἐπ᾿ αὐτοὺς κατὰ τὴν πληγὴν τὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως, καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδόν τὴν κατ᾿ Αἴγυπτον.

27 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀφαιρεθήσεται ὅ φόβος αὐτοῦ ἀπὸ σοῦ, καὶ ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου, καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν.

28 ἥξει γὰρ εἰς τὴν πόλιν Ἀγγαί,

29 καὶ παρελεύσεται εἰς Μαγεδδώ, καὶ ἐν Μαχμὰς θήσει τὰ, σκεύη αὐτοῦ· καὶ παρελεύσεται φάραγγα καὶ ἥξει εἰς Ἀγγαί, φόβος λήμψεται ῾Ραμὰ πόλιν Σαούλ. φεύξεται

30 ἡ θυγάτηρ τηρ Γαλείμ, ἐπακούσεται ἐν Σά, ἐπακούσεται ἐν Ἀναθώθ·

31 ἐξέστη Μαδεβηνὰ καὶ οἱ κατοικοῦντες Γιββείρ.

32 παρακαλεῖτε σήμερον ἐν τῇ ὁδῷ τοῦ μεῖναι, τῇ χειρὶ παρακαλεῖτε τὸ ὄρος τὴν θυγατέρα Σιών, καὶ οἱ βουνοὶ οἱ ἐν Ἰερουσαλήμ.

33 ἰδοὺ γὰρ ὁ δεσπότης Κύριος σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται οἱ ὑψηλοί,

34 < καὶ πεσοῦνται ὑψηλοὶ > μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.

Isaiah 9 · Isaiah 11 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)