Read Isaiah 8 side by side with translations · The Final Bible
1 Καὶ εἶπεν Κύριος πρὸς μέ Λάβε σεαυτῷ τόμον χάρτου καινοῦ μεγάλου, καὶ γράψον εἷς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων · πάρεστιν γάρ·
2 καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου.
3 καὶ προσῆλθεν πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. καὶ εἶπεν Κύριός μοι Κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον.
4 διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήμψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.
5 Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι
6 Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ. βούλεσθαι ἔχειν τὸν ῾Ραασσὼν καὶ τὸν υἱὸν ῾Ρομελίου βασιλέα ἐφ᾿ ὑμῶν,
7 διὰ τοῦτο ἰδοὺ ἀνάγει Κύριος ἐφ᾿ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν,
8 καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι εἰ δυνατὸν συντελέσαι τι· καὶ ἔσται ἡ παρεμβολὴ αὑτοῦ τὰ πλάτη τῆς χώρας σου. μεθ᾿ ἡμῶν ὃ θεός.
9 γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσετε ἔως ἐσχάτου τῆς γῆς, ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε.
10 καὶ ἥν ἂν βουλεύσησθε βουλὴν διασκεδάσει Κύριος, καὶ τὸν λόγον ὃν ἐὰν λαλήσητε οὐ μὴ ἐμμείνῃ ὑμῖν, ὅτι μεθ᾿ ἡμῶν Κύριος ὁ θεός.
11 οὕτω λέγει Κύριος ὁ θεός Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν τῇ πορείᾳ, τῆς ὁδοῦ τοῦ λαοῦ τούτου, λέγοντες
12 Μή ποτε εἴπητε σκληρόν· πᾶν γὰρ ὃ ἂν εἴπῃ ὁ λαὸς οὗτος σκληρόν ἐστιν· τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε οὐδ᾿ οὐ μὴ ταραχθῆτε·
13 Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος.
14 καὶ ἐὰν ἐπ᾿ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ, οὐδὲ ὡς πέτρας πτώματι. ὁ δὲ οἶκος Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ἰερουσαλήμ·
15 διὸ, τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοί, καὶ πεσοῦνται καὶ συντριβήσονται, καὶ ἐγγιοῦσιν καὶ ἁλώσονται ἅνθρωποι ἐν ἀσφαλείᾳ ὄντες.
16 Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μαθεῖν.
17 καὶ ἐρεῖ Μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ.
18 ἰδοὺ ἐγὼ καὶ τὸ, παιδία ἅ μοι ἔδωκεν ὃ θεός. καὶ ἔσται εἷς σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ Κυρίου σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών.
19 καὶ ἐὰν εἴπωσιν πρὸς ὑμᾶς Ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους, τοὺς κενολογοῦντας οἳ ἀπὸ τῆς κοιλίας φωνοῦσιν, οὐκ ἔθνος πρὸς θεὸν αὐτοῦ; τί ἐκζητῶσιν περὶ τῶν ζώντων τοὺς νεκρούς;
20 νόμον γὰρ εἷς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ τοῦτο, περὶ οὗ οὐκ ἔστιν δῶρα δοῦναι περὶ αὐτοῦ.
21 καὶ ἥξει ἐφ’ ὑμᾶς σκληρὰ λιμός, καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια, καὶ ἀναβλέψονται εἷς τὸν οὐρανὸν ἄνω,
22 καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται· καὶ ἰδοὺ θλῖψις καὶ στενοχωρία καὶ σκότος, ἀπορία στενὴ καὶ σκότος ὥστε μὴ βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὃ ἐν στενοχωρίᾳ ἔως καιροῦ.
Isaiah 7 · Isaiah 9 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)