Read Isaiah 52 side by side with translations · The Final Bible
1 Ἐξεγείρου ἐξεγείρου, Σιών· ἔνδυσαι τὴν ἰσχύν σου, Σιών, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ἰερουσαλήμ, πόλις ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὸ, σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος.
2 ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι, κάθισον, Ἰερουσαλήμ· ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἦ αἰχμάλωτος θυγάτηρ Σιών.
3 ὅτι τάδε λέγει Κύριος δωρεὰν ἐπράθητε, καὶ οὒ μετὰ ἀργυρίου λυτρωθήσεσθε.
4 Οὖτως λέγει Κύριος Εἰς Αἴγυππον κατέβη ὃ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἷς Ἀσσυρίους ἤχθησαν·
5 καὶ νῦν τί ὧδε ἔσται; τάδε λέγει Κύριος Ὅτι ἐλήμφθη ὃ λαός μου θαυμάζετε καὶ ὀλολύζετε. τάδε λέγει Κύριος Δι’ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.
6 διὰ τοῦτο γνώσεται ὃ λαός μου τὸ ὄνομά μου έν τῇ ἡμέρᾳ. ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὑτὸς ὃ λαλῶν· πάρειμι
7 ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιών Βασιλεύσει σου ὃ θεός·
8 ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ Κύριος τὴν Σιών.
9 ῥηξάτω εὐφροσύνην ἅμα τὸ. ἔρημα Ἰερουσαλήμ, ὅτι ἠλέησεν· Κύριος αὐτὴν καὶ ἐρρύσατο Ἰερουσαλήμ.
10 καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ.
11 Ἀπόστητε ἀπόστητε, ἐξέλθατε ἐκεῖθεν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, ἐξέλθατε ἐκ μέσου αὐτῆς, ἀφορίσθητε, οἱ φέροντες τὸ. σκεύη Κυρίου·
12 ὅτι οὗ μετὰ. ταραχῆς ἐξελεύσεσθε οὐδὲ πορεύσεσθε, πορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς Κύριος ὅ θεὸς Ἰσραήλ.
13 Ἰδοὺ συνήσει ὃ παῖς μου, καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σφόδρα.
14 ὅν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων.
15 οὕτως θαυμάσονται ἔθνη πολλὰ ἐπ’ αὐτῷ, καὶ συνάξουσιν βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ. οὐκ ἀκηκόασιν συνήσουσιν.
Isaiah 51 · Isaiah 53 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)