Isaiah 53 — Greek (Septuagint / SBLGNT)

Read Isaiah 53 side by side with translations · The Final Bible

1 Kύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὃ Κυρίου τίνι ἀπεκαλύφθη;

2 ἀνηγγείλαμεν ἐναντίον αὑτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα. καὶ ἴδομεν· αὐτόν, καὶ οὒκ εἶχεν εἶδος οὐδὲ κάλλος,

3 ἀλλὰ τὸ εἶδος αὐτοῦ· ἄτιμον, ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους· ἅνθρωπος ἐν πληγῇ· ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον· αὑτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη.

4 οὗτος τὰς ἁμαρτίας φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει.

5 αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν, καὶ ἐμαλακίσθη διὰ τὰς ἁμαρτίας παιδία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν, τῷ μώλωπι αὑτοῦ ἡμεῖς ἰάθημεν.

6 πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἅνθρωπος Τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη· καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.

7 καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὔκ ἀνοίγει τὸ στόμα αὑτοῦ.

8 ἐν τῇ ταπεινώσει ἦ κρίσις αὐτοῦ τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον.

9 καὶ δώσω τοὺς καὶ αὐτὸς διὰ τὸ πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὑτοῦ.

10 καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ὑμῶν ὄψεται σπέρμα μακρόβιον· καὶ βούλεται Κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ,

11 δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὑτὸς ἀνοίσει.

12 διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθ’ ὧν παρεδόθη εἷς θάνατον ἡ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.

Isaiah 52 · Isaiah 54 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)