Isaiah 40 — Greek (Septuagint / SBLGNT)

Read Isaiah 40 side by side with translations · The Final Bible

1 Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει Κύριος.

2 ἱερεῖς, λαλήσατε εἷς τὴν καρδίαν Ἰερουσαλήμ, παρακαλέσατε αὑτήν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.

3 Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδόν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν.

4 πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὅρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ, σκολιὰ εἷς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἷς ὁδοὺς λείας,

5 καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ, ὅτι Κύριος ἐλάλησεν.

6 Φωνὴ λέγοντος Βόησον. καὶ εἶπα Τί βοήσω; Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·

8 ἐξηράνθη ὃ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν, τὸ δὲ ῥῆμα τοῦ θεοῦ ἡμῶν μένει εἷς τὸν αἰῶνα.

9 Ἐπ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σου, ὃ εὐαγγελιζόμενος Ἰερουσαλήμ· ὑψώσατε, μὴ φοιδον. . .ιδοσαν βεῖσθε· εἶπόν ταῖς πόλεσιν Ἰούδα Ἰδοὺ ὃ θεὸς ὑμῶν.

10 Ἰδοὺ Κύριος μετὰ. ἰσχύος ἔρχεται, καὶ ὅ βραχίων αὐτοῦ μετὰ κυρίας· ἰδοὺ ὃ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ.

11 ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ έν γαστρὶ ἐχούσας παρακαλέσει.

12 Τίς ἐμέτρησεν τῇ χειρὶ τὰ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησεν τὸ. ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ;

13 τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο, ὃς συμβιβάσει αὐτόν;

14 ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν ,ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ; ἦ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;

15 εἰ πάντα τὰ ἔθνη ὧς σταγὼν ἀπὸ κάδου καὶ ὡς ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς λογισθήσονται;

16 ὁ δὲ Λίβανος οὔχ ἱκανὸς εἷς καῦσιν, καὶ πάντα τά. τετράποδα οὐχ ἱκανὰ εἷς ὁλοκάρπωσιν,

17 καὶ πάντα τὰ ἔθνη ὡς οὐδέν εἰσιν, καὶ εἷς οὐθὲν ἐλογίσθησαν.

18 Τίνι ὡμοιώσατε Κύρων, καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;

19 μὴ εἰκόνα ἐποίησεν τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν; ὁμοίωμα κατεσκεύασεν αὐτόν;

20 ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων, καὶ σοφῶς ζητεῖ πῶς στήσει αὑτοῦ εἰκόνα, καὶ ἴνα μὴ σαλεύηται.

21 οὐ γνώσεσθε; οὒκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς;

22 ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ οἶ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες, ὁ στήσας ὥς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὥς σκηνὴν κατοικεῖν,

23 ὁ διδοὺς ἄρχοντας εἷς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν οἷς οὐδὲν ἐποίησεν.

24 οὐ γὰρ μὴ σπείρωσιν οὐδὲ μὴ φυτεύσουσιν, οὐδὲ μὴ εἷς τὴν γῆν ἡ ῥίζα αὐτῶν· ἔπνευσεν ἐπ’ αὐτούς, καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὥς φρύγανα ἀναλήμψεται αὐτούς.

25 νῦν οὖν τίνι με ὡμοιώσατε, καὶ ὑψωθήσομαι; εἶπεν ὁ ἅγιος.

26 ἀναβλέψατε εἷς τὸ ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· τίς κατέδειξεν πάντα ταῦτα; ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ, πάντα ἐπ᾿ ὀνόματι καλέσει ἀπὸ τῆς πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν.

27 Μὴ γὰρ εἴπῃς, Ἰακώβ, καὶ τί ἐλόλησας, Ἰσραήλ Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ θεοῦ, καὶ ὁ θεός μου τὴν κρίσιν ἀφεῖλεν, καὶ ἀπέστη;

28 καὶ νῦν οὐκ ἔγνως; εἰ μὴ ἤκουσας; θεὸς αἰώνιος, θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ,

29 διδοὺς τοῖς πεινῶσιν ἰσχύν, καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην.

30 πεινάσουσιν γὰρ νεώτεροι, καὶ κοπιάσουσιν νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται·

31 οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν, βαδιοῦνται καὶ οὐ κεινάσουσιν.

Isaiah 39 · Isaiah 41 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)