Read Isaiah 39 side by side with translations · The Final Bible
1 Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδὰχ υἱὸς τοῦ Λααδὰν ὃ βασιλεὺς Τῆς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα Ἐζεκίᾳ· ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου ἀνέστη.
2 αὐτοῖς τὸν οἶκον τοῦ νεχωθὰ καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ ἐχάρη ἐπ’ αὐτοῖς Ἑζεκίας χαρὰν μεγάλην, καὶ ἔδειξεν καὶ τοῦ μύρου καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὑτοῦ· καὶ οὐκ ἦν οὐθὲν ὃ οὐκ ἔδειξεν αὐτοῖς Ἑζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ.
3 καὶ ἦλθεν Ἠσαίας ὃ προφήτης πρὸς τὸν βασιλέα Ἑζεκίαν καὶ εἶπεν πρὸς αὐτόν Τί λέγουσιν οἱ ἅνθρωποι οὗτοι, καὶ πόθεν ἥκασιν πρὸς σέ; καὶ εἶπεν Ἑζεκίας Ἐκ γῆς πόρρωθεν ἥκασιν πρὸς μέ, ἐκ Βαβυλῶνος.
4 καὶ εἶπεν Ἠσαίας Τί ἴδον ἐν τῷ οἴκῳ σου; καὶ εἶπεν Ἑζεκίας Πάντα τὸ. ἐν τῷ οἴκῳ μου ἴδοσαν, καὶ οὔκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὸ, ἐν τοῖς θησαυροῖς μου.
5 καὶ εἶπεν αὐτῷ Ἠσαίας Ἄκουσον τὸν λόγον Κύριου σαβαώθ.
6 Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει, καὶ οὐ μὴ καταλίπωσιν οὐδέν· εἶπεν δὲ ὃ θεὸς
7 ὅτι Καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησας λήμψονται, καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων.
8 καὶ εἶπεν Ἑζεκίας πρὸς Ἠσαίαν Ἀγαθός ὃ λόγος Κυρίου ὃν ἐλάλησεν· γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.
Isaiah 38 · Isaiah 40 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)