Isaiah 41 — Greek (Septuagint / SBLGNT)

Read Isaiah 41 side by side with translations · The Final Bible

1 Ἐγκαινίζεσθε πρὸς μέ, νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τότε κρίσεις ἀναγγειλάτωσαν.

2 τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, πορεύσεται· δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει· καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν·

3 καὶ διώξεται αὐτούς. καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ.

4 τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς· ἐγὼ θεὸς πρῶτος, καὶ εἷς τὰ ἐπερχόμενα ἐγώ εἰμι.

5 εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν, τὰ. ἄκρα τῆς γῆς ἤγγισαν καὶ ἤλθοσαν ἅμα,

6 κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελφῷ βοηθῆσαι, καὶ ἐρεῖ

7 Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων σφύρῃ, ἅμα ἐλαύνων· τότε μὲν ἐρεῖ Σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις· θήσουσιν αὐτὰ. καὶ οὐ κινηθήσονται.

8 Σὺ δέ, Ἰσραήλ, παῖς μου Ἰακὼβ ὃν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ ὃν ἠγάπησα·

9 οὖ ἀντελαβόμην ἀπ᾿ ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπά σοι Παῖς μου εἴ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε.

10 μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ, ἐγὼ γάρ εἶμι ὁ θεός σου ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου.

11 ἰδοὺ ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἶ ἀντικείμενοί σοι, ἔσονται γὰρ ὥς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἶ ἀντίδικοί σου.

12 ζητήσεις αὐτούς, καὶ οὗ μὴ εὕρῃς τοὺς ἀνθρώπους οἱ παροινήσουσιν εἷς σέ· ἔσονται γὰρ εἷς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἶ ἀντιπολεμοῦντές σε.

13 ὅτι ἐγὼ ὁ θεὸς ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι Μὴ φοβοῦ,

14 Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ θεὸς ὁ λυτρούμενός σε Ἰσραήλ.

15 ἰδοὺ ἐποίησά σε ὥς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστοειδεῖς, καὶ ἀλοήσεις ὅρη, καὶ λεπτυνεῖς βουνούς, καὶ ὦς χοῦν θήσεις,

16 καὶ λικμήσεις, καὶ ἄνεμος λήμψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς. σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ἰσραήλ,

17 καὶ ἀγαλλιάσονται οἶ πτωχοὶ καὶ οἶ ἐνδεεῖς. ζητήσουσιν γὰρ ὕδωρ καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐγὼ Κύριος ὁ θεός, ἐγὼ ἐπακούσομαι ὁ θεὸς Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς,

18 ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἷς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς,

19 θήσω εἷς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον, καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην·

20 ἵνα ἴδωσιν καὶ γνῶσιν καὶ ἐννοηθῶσιν καὶ ἐπισπῶνται ἅμα ὅτι χεὶρ Κυρίου ἐποίησεν ταῦτα πάντα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν.

21 Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει Κύριος ὁ θεός· ἤγγισαν αἶ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ.

22 ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἅ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσόμεθα τί τὸ, ἔσχατα, καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν.

23 ἀναγγείλατε τὸ. ἐπερχόμενα ἐπ’ ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε. εὖ ποιήσατε καὶ κακώσατε, καὶ θαυμασόμεθα,

24 ὅτι πόθεν ἐστὲ ὑμεῖς, καὶ πόθεν ἡ ἐργασία ὑμῶν, ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς.

25 ἐγὼ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀπ’ ἡλίου ἀνατολῶν, κληθήσονται τῷ ὀνόματί μου· ἐρχέσθωσαν ἄρχοντες, καὶ αἷς πηλὸς κεραμέως, καὶ οἷς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως καταπατηθήσεσθε.

26 τίς γὰρ ἀναγγελεῖ τὰ, ἐξ ἀρχῆς, ἵνα γνῶμεν, καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν; οὐκ ἔστιν ὁ προλέγων, οὐδ’ ἀκούων τοὺς λόγους ὑμῶν.

27 ἀρχὴν Σιὼν δώσω, καὶ Ἰερουσαλὴμ παρακαλέσω ἐν ὁδῷ.

28 ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐθείς, ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτοὺς πόθεν ἐστέ, οὐ μὴ ἀποκριθῶσίν μοι.

29 εἰσὶν γὰρ οἶ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς.

Isaiah 40 · Isaiah 42 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)