Isaiah 29 — Greek (Septuagint / SBLGNT)

Read Isaiah 29 side by side with translations · The Final Bible

1 Οὐαὶ πόλις Ἀριήλ, ἢν Δαυεὶδ ἐπολέμησεν· συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ’ ἐνιαυτόν· φάγεσθε γὰρ σὺν Μωάβ

2 ἐκθλίψω γὰρ Ἀριήλ, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ τὸ πλοῦτος ἐμοί.

3 καὶ κυκλώσω ὡς Δαυεὶδ ἐπὶ σέ, καὶ βαλῶ περὶ σὲ χάρακα, καὶ θήσω ἐπὶ σὲ πύργους,

4 καὶ ταπεινωθήσονται οἱ λόγοι σου εἷς τὴν γῆν, καὶ εἷς τὴν γῆν οἱ λόγοι σου δύσονται· καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ τῆς γῆς ἡ φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει.

5 καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὃ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χνοῦς φερόμενος, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα

6 παρὰ Κυρίου σαβαώθ· ἐπισκοπὴ γὰρ ἔσται μετὰ, κραυγῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης, καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα.

7 καὶ ἔσται ὡς ὃ ἐνυπνιαζόμενος ἐνύπνιον ὃ πλοῦτος τῶν ἐθνῶν πάντων ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἰσραήλ, καὶ πάντες οἱ στρατευσάμενοι ἐπὶ Ἰερουσαλήμ, καὶ πάντες οἱ συνηγμένοι ἐπ’ αὐτὴν καὶ θλίβοντες αὐτήν.

8 καὶ ἔσονται ὡς οἶ ἐν ὕπνῳ πεινῶντες καὶ ἔσθοντες, καὶ ἐξαναστάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον· καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς ὁ πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ αὐτοῦ εἷς κενὸν ἤλπισεν, οὕτως ἔσται ὃ πλοῦτος πάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ τὸ ὅρος Σιών.

9 Ἐκλύθητε καὶ ἔκστητε, καὶ κραιπαλήσατε οὐκ ἀπὸ σίκερα οὐδ’ ἀπὸ οἴνου·

10 ὅτι πεπότικεν ὑμᾶς Κύριος πνεύματι κατανύξεως, καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτά.

11 καὶ ἔσονται ὑμῖν πάντα τὸ. ῥήματα ταῦτα ὡς οἶ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες Ανάγνωθι ταῦτα, καὶ ἐρεῖ Οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ.

12 καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἷς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ Ἀνάγνωθ(??) τοῦτο· καὶ ἐρεῖ Οὐκ ἐπίσταμαι γράμματα.

13 καὶ εἶπεν Κύριος Ἐγγίζει μοι ὃ λαὸς οὗτος, τοῖς χείλεσιν αὐτῶν τιμῶσιν με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας.

14 διὰ τοῦτο ἰδοὺ ἐγὼ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον· καὶ μεταθήσω αὐτούς, καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω.

15 Οὐαὶ οἶ βαθέως βουλὴν ποιοῦντες, καὶ οὔ διὰ Κυρίου· οὐαὶ οἶ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν, καὶ ἐροῦσιν Τίς ἡμᾶς ἑώρακεν; καὶ τίς ἡμᾶς γνώσεται ἢ ἅ ἡμεῖς ποιοῦμεν;

16 οὐχ ὡς ὃ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Οὐ σύ με ἔπλασας; ἦ τὸ ποίημα τῷ ποιήσαντι Οὐ συνετῶς με ἐποίησας;

17 οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὅ Λίβανος ὧς τὸ ὅρος τὸ Χερμέλ, καὶ τὸ ὅρος τὸ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται.

18 καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ, ὀφθαλμοὶ τυφλῶν βλέψονται,

19 καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κύριον ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης.

20 ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλεθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακία,

21 καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν, καὶ ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον.

22 διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τὸν οἶκον Ἰακώβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ Οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ Ἰσραήλ.

23 ἀλλὰ ὅταν ἴδωσιν τὸ. τέκνα αὐτῶν τὸ. ἔργα μου, δι’ ἐμὲ ἁγιάσουσιν τὸ ὄνομά. μου, καὶ ἁγιάσουσιν τὸν ἅγιον Ἰακώβ, καὶ τὸν θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται..

24 καὶ γνώσονται οἶ τῷ πνεύματι πλανώμενοι σύνεσιν, οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἶ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν· εἰρήνην.

Isaiah 28 · Isaiah 30 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)