Isaiah 28 — Greek (Septuagint / SBLGNT)

Read Isaiah 28 side by side with translations · The Final Bible

1 Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραίιμ, τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέως, οἶ μεθύοντες ἄνευ οἴνου.

2 ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὃ θυμὸς Κυρίου, ὣς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην, καταφερομένη· ὡς ὕδατος πολὺ πλῆθος σῦρον χώραν, τῇ γῇ ποιήσει ἀνάπαυσιν· ταῖς χερσίν,

3 καὶ τοῖς ποσὶν καταπατηθήσεται ὃ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ τοῦ Ἐφράιμ.

4 καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπ’ ἄκρου τοῦ ὅρους Καὶ τοῦ ὑψηλοῦ· ὡς πρόδρομος σύκου, ὃ ἰδὼν αὐτό, πρὶν ἢ εἷς τὴν χεῖρα αὐτοῦ λαβεῖν, θελήσει αὐτὸ καταπιεῖν.

5 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος σαβαὼθ ὃ στέφανος τῆς ἐλπίδος ὁ πλακεὶς τῆς δόξης, τῷ καταλειφθέντι μου λαῷ

6 καὶ καταλειφθήσονται ἐπὶ πνεύματι κρίσεως οὗτοι γὰρ οἴνῳ πεπλανημένοι ἐπὶ κρίσιν καὶ ἰσχὺν κωλύων ἀνελεῖν.

7 οὗτοι γάρ οἴνῳ πεπλανημένοι εἰσίν· ἐπλανήθησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἶνον, ἐσείσθησαν ἀπὸ τῆς μέθης τοῦ σίκερα, ἐπλανήθησαν· τοῦτό ἐστιν φάντασμα.

8 ἀρὰ ἔδεται ταύτην τὴν βουλήν· αὕτη ἡ βουλὴ ἕνεκεν πλεονεξίας.

9 τίνι ἀνηγγείλαμεν κακά, καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ.

10 θλίψιν ἐπὶ θλίψιν προσδέχου, ἐλπίδα ἐπ’ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν,

11 διὰ φαυλισμὸν χειλέων, διὸ. γλώσσης ἑτέρας· ὅτι λαλήσουσιν τῷ λαῷ τούτῳ,

12 λέγοντες αὐτῷ Τοῦτο τὸ ἀνάπαυμα τῷ πεινῶντι καὶ τοῦτο τὸ σύντριμμα, καὶ οὔκ ἠθέλησαν ἀκούειν.

13 καὶ ἔσται αὐτοῖς τὸ λόγιον Κυρίου τοῦ θεοῦ θλίψις ἐπὶ θλίψιν, ἐλπὶς ἐπ’ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν, ἵνα πορευθῶσιν καὶ πέσωσιν εἷς τὰ. ὀπίσω, καὶ κινδυνεύσουσι καὶ συντριβήσονται καὶ ἁλώσονται.

14 Διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἰερουσαλήμ,

15 ὅτι εἴπατε Ἐποιήσαμεν διαθήκην μετὰ. τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὗ μὴ ἔλθῃ ἡμῖν· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. θησόμεθα.

16 διὰ τοῦτο οὕτως λέγει Κύριος, Κύριος, ἐγὼ ἐμβαλῶ εἷς τὰ. θεμέλια Σιὼν λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον, εἷς τὸ, θεμέλια αὐτῆς, καὶ ὃ πιστεύων ἐπ’ αὐτῷ οὔ μὴ καταισχυνθῇ.

17 καὶ θήσω κρίσιν εἷς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἷς σταθμούς, καὶ οἶ πεποιθότες μάτην ψεύδει· ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς,

18 μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἦ πρὸς τὸν ᾅδην οὗ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἷς καταπάτημα.

19 ὅταν παρέλθῃ, λήμψεται ὑμᾶς· πρωὶ πρωὶ παρελεύσεται ἡμέρας, καὶ ἓν νυκτὶ ἔσται ἐλπὶς πονηρά. μάθετε ἀκούειν

20 στενοχωρούμενοι· οὔ δυνάμεθα μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ἡμᾶς συναχθῆναι.

21 ὥσπερ ὅρος ἀσεβῶν ἀναστήσεται, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών, μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον· ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία.

22 καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἶ δεσμοί· διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἥκουσα παρὰ. Κυρίου σαβαὼθ ἅ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν.

23 Ἐνωτίζεσθε καὶ ἀκούσατε τῆς φωνῆς μου, προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου.

24 μὴ ὅλην τὴν ἡμέραν μέλλει ὃ ἀροτριῶν ἀροτριᾶν ; ἦ σπόρον προετοιμάσει πρὶν ἐργάσασθαι τὴν γῆν;

25 καὶ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, πρῶτον σπείρει μικρὸν μελάνθιον καὶ κύμινον, καὶ πάλιν πυρόν, καὶ κριθὴν καὶ ζέαν ἐν τοῖς ὁρίοις σου

26 καὶ παιδευθήσῃ κρίματι θεοῦ σου, καὶ εὐφρανθήσῃ.

27 οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἀμάξης περιάξει ἐπὶ τὸ κύμινον· ἀλλὰ. ῥάβδῳ ἐκτινάσσεται τὸ μελάνθιον, τὸ δὲ κύμινον

28 μετὰ ἄρτου βρωθήσεται. οὗ γὰρ εἷς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς.

29 καὶ ταῦτα παρὰ Κυρίου σαβαὼθ ἐξῆλθεν τὰ τέρατα· βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν.

Isaiah 27 · Isaiah 29 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)