Isaiah 30 — Greek (Septuagint / SBLGNT)

Read Isaiah 30 side by side with translations · The Final Bible

1 ὐαὶ τέκνα ἀποστάται, τάδε λέγει Κύριος· ἐποιήσατε βουλὴν καὶ οὐ δι’ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ’ ἁμαρτίαις·

2 οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων.

3 ἔσται γὰρ ὑμῖν ἡ σκέπη Φαραὼ εἷς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπ’ Αἴγυπτον ὄνειδος.

4 ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί·

5 μάτην κοπιάσουσιν πρὸς λαὸν ὃς οὐκ ὠφελήσει αὐτοὺς οὔτε εἰς βοήθειαν οὔτε εἷς ὠφέλειαν, ἀλλὰ εἷς αἰσχύνην καὶ ὄνειδος. Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ.

6 Ἐν τῇ θλίψει καὶ ἐν τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ’ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς. ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἷς βοήθειαν ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος.

7 Αἰγύπτιοi μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς ὅτι ματαία ἡ παράκλησις ὑμῶν αὕτη.

8 νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἷς βιβλίον, ὅτι ἔσται εἷς ἡμέρας καιρῶν ταῦτα καὶ εἷς τὸν αἰῶνα.

9 ὅτι λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ θεοῦ,

10 οἱ λέγοντες τοῖς προφήταις Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὸ. ὁράματα ὁρῶσιν Μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν,

11 καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης· ἀφέλετε ἀφ’ ἡμῶν τὸν τρίβον τοῦτον, καὶ ἀφέλετε ἀφ’ ἡμῶν τὸ λόγιον τοῦ Ἰσραήλ.

12 διὰ τοῦτο οὕτως λέγει Κύριος ὃ ἅγιος τοῦ Ἰσραήλ Ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει, καὶ ὅτι ἐγόγγυσας καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ,

13 διὰ. τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πίπτον παραχρῆμα πόλεως ἑαλωκυίας, ἧς παραχρῆμα πάρεστιν τὸ πτῶμα·

14 καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγίου ὀστρακίνου, ἐκ κεραμίου λεπτόν, ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον ἐν ᾧ πῦρ ἀρεῖς, καὶ ἐν ᾦ ἀποσυρεῖς ὕδωρ μικρόν.

15 οὕτως λέγει Κύριος ὃ ἅγιος Ἰσραήλ Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα· ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις, ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη.

16 καὶ οὐκ ἐβούλεσθε ἀκούειν, ἀλλὰ εἴπατε Ἐφ’ ἵπποις φευξόμεθα· διὰ τοῦτο φεύξεσθε· καὶ εἴπατε Ἐπὶ κούφοις ἀναβάται ἐσόμεθα· διὸ, τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς.

17 καὶ διὰ φωνὴν ἐνὸς φεύξονται χίλιοι, καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί, ἕως ἄν καταλειφθῆτε ὡς ἱστὸς ἐπ’ ὅρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ.

18 καὶ πάλιν μενεῖ ὃ θεὸς τοῦ οἱκτεικριτὴς ρῆσαι ὑμᾶς, καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς, διότι Κύριος ὃ θεὸς ἡμῶν ἐστιν· καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν; μακάριοι πάντες οἱ ἐμμένοντες ἐν αὐτῷ.

19 Διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει· καὶ Ἰερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν Ἐλέησόν με· καὶ ἐλεήσει τὴν φωνὴν τῆς κραυγῆς σου· ἡνίκα εἶδεν, ἐπήκουσέν σου.

20 καὶ δώσει Κύριος ὑμῖν ἄρτον θλίψεως καὶ ὕδωρ στενόν, καὶ οὐκέτι οὐ μὴ ἐγγίσωσίν σοι οἱ πλανῶντές σε· ὅτι οἶ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε,

21 καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λήγοντες Αὕτη ἡ ὁδός, πορευθῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά.

22 καὶ ἐξαρεῖς τὰ εἴδωλα τὸ. περιηργυρωμένα καὶ τὰ περικεχρυσωμένα, λεπτὰ ποιήσεις, καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὤσεις αὐτά.

23 τότε ἔσται ὃ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός· καὶ βοσκηθήσεταί σου τὸ. κτήνη Τῆ ἡμέρᾳ. ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον,

24 οἱ ταῦροι ὑμῶν καὶ οἶ βόες οἶ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένα.

25 καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ. ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοί, καὶ ὅταν πέσωσιν πύργοι.

26 καί ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον, ἐν τῇ ἡμέρᾳ ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται.

27 Ἰδοὺ τὸ ὄνομα Κυρίου διὰ, χρόνου ἔρχεται πολλοῦ, καιόμενος ὁ θυμός· μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, τὸ λόγιον ὀργῆς πλῆρες, καὶ ἡ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται.

28 καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σῦρον ἥξει ἕως τοῦ τραχήλου, καὶ διαιρεθήσεται τοῦ ἔθνη ταράξαι ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις ματαία, καὶ λήμψεται αὐτοὺς κατὰ, πρόσωπον αὐτῶν.

29 μὴ διὰ. παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι, καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διὰ, παντὸς ὡσεὶ ἑορτάζοντας, καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἷς τὸν οἶκον τοῦ Κυρίου πρὸς τόν θεὸν τοῦ Ἰσραήλ;

30 καὶ ἀκουστὴν ποιήσει ὁ θεὸς τὴν δόξαν τῆς φωνῆς αὐτοῦ καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ δεῖξαι μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς κατεσθιούσης, κεραυνώσει βιαίως, καὶ ὡς ὕδωρ καὶ χάλαζα συνκαταφερομένη βία.

31 διὰ γὰρ τὴν φωνὴν Κυρίου ἡττηθήσονται οἱ Ἀσσύριοι τῇ πληγῇ, ᾗ ἄν πατάξῃ αὐτούς.

32 καὶ ἔσται αὐτῷ κυκλόθεν, ὅθεν ἦν αὐτῷ ἡ ἐλπὶς τῆς βοηθείας, ἐφ᾿ ᾗ αὐτὸς ἐπεποίθει· αὐτοὶ μετὰ αὐλῶν καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς.

33 οὐ γὰρ σὺ πρὸ ἡμερῶν ἀπατηθήσῃ· μὴ καὶ < σοὶ > ἡτοιμάσθη βασιλεύειν, φάραγγα βαθεῖαν, ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά, ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη.

Isaiah 29 · Isaiah 31 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)