Read Ezekiel 7 side by side with translations · The Final Bible
1 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων
2 Καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπόν Τάδε λέγει Κύριος τῇ γῇ τοῦ Ἰσραήλ Ιῖέρας ἤκει, τὸ πέρας ἤκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τῆς γῆς·
3 ἤκει τὸ πέρας
4 ἐπὶ οὲ τὸν κατοικοῦντα τὴν γῆν, ἤκει ὁ καιρός, ἤγγικεν ἡ ἡμέρα. οὐ μετὰ θορύβων οὐδέ μετὰ ὠδίνων.
5 νῦν ἐγγύθεν ἐκχεῶ τὴν ὀργήν μου ἐπὶ σέ, καὶ συντελέσω τὸν θυμόν μου ἐν σοί, καὶ κρινῶ σε ἐν ταῖς ὁδοῖς σου, καὶ δώσω ἐπὶ σέ πάντα τὰ βδελύγματά σου·
6 οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδέ μὴ ἐλεήσω· διότι τὰς ὁδούς σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐν μέσῳ σου ἔσονται, καὶ ἐπίγνώσῃ διότι ἐγὼ εἰμι Κύριος ὁ τύπτωυ.
7 νῦν τὸ πέρας πρὸς σέ, καὶ ἀποστελῶ ἐγὼ ἐπὶ σέ καὶ ἐκδικήσω ἐν ταῖς ὁδοῖς σου, καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου·
8 οὐ φείσεται ὁ ὀφθαλ μός μου, οὐδέ μὴ ἐλεήσω· διότι τὴν ὁδόν σου ἐπὶ σέ δώσω, καὶ τὰ βδελύγματά σου ἐν μέσῳ σου ἔσται, καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος.
9 Διότι τάδε λέγει Κύριος ¹0᾿δοὺ τὸ πέρας ἥκει. ἰδοὺ ἡ ἡμέρα Κυρίου· εἰ καὶ ἡ ῥάβδος ἤνθηκεν, ἡ ὕβρις ἐξανέστηκεν.
11 καὶ συντρίψει στήριγμα ἀνόμου, καὶ οὐ μετὰ θορύβου οὐδέ μετὰ σπουδῆς.
12 ἤκει ὁ καιρός, ἰδοὺ ἡ ἡμέρα· ὁ δκτώμενος μὴ χαιρέτω, καὶ ὁ πωλῶν μὴ θρηνείτω·
13 διότι ὁ κτώμενος πρὸς τὸν πωλοῦντα οὐκέτι μὴ ἐπιστρέψῃ, καὶ ἄνθρωπος ἐν ὀφθαλμῷ ζωῆς αὐτοῦ οὐ κρατήσει.
14 Σαλπίσατε ἐν σάλπιγγι καὶ κρίνατε τὰ σύμπαντα.
15 ὁ πόλεμος ἐν ῥομφαίᾳ ἔξωθεν, καὶ ὁ λιμὸς καὶ ὁ θάνατος ἔσωθεν· ὁ ἐν τῷ πεδίῳ ἐν ῥομφαίᾳ τελευτήσει, τοὺς δʼ ἐν τῇ πόλει λιμὸς καὶ θάνατος συντελέσει.
16 καὶ ἀνασωθήσονται οἱ ἀνασωζόμενοι ἐξ αὐτῶν καὶ ἔσονται ἐπὶ τῶν ὀρέων· πάντας ἀποκτενῶ, ἕκαστον ἐν ταῖς ἀδικίαις αὐτοῦ.
17 πᾶσαι χείρες ἐκλυθήσονται, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίας,
18 καὶ περιζώσονται σάκκους, καὶ καλύψει αὐτοὺς θάμβος· καὶ ἐπὶ πᾶν πρόσαωπον αἰσχύνη ἐπʼ αὐτούς, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα.
19 τὸ ἀργύριον αὐτῶν ῥιφήσεται ἐν ταῖς πλατείαις, καὶ τὸ χρυσίον αὐτῶν ὑπεροφθήσεται· αἱ ψυχαὶ αὐτῶν οὐ μὴ ἐμπλησθῶσιν, καὶ αἱ κοιλίαι αὐτῶν οὐ μὴ πληρωθῶσιν· διότι βάσανος τῶν ἀδικιῶν αὐτῶν ἐγένετο.
20 ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτά, καὶ εἰκόνας τῶν βδελυγμάτων αὐτῶν ἐποίησαν ἐξ αὐτῶν· ἕνεκεν τούτου δέδωκα αὐτὰ αὐτοῖς εἰς ἀκαθαρσίαν.
21 καὶ παραδώσω αὐτὰ εἰς χεῖρας ἀλλοτρίων τοῦ διαρπάσαι αὐτά, καὶ τοῖς λοιμοῖς τῆς γῆς εἰς σκῦλα, καὶ βεβηλώσουσιν αὐτά.
22 καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, καὶ μιανοῦσιν τὴν ἐπισκοπήν μου, καὶ εἰσελεύσονται εἰς αὐτὰ ἀφυλάκτως καὶ βεβηλώσουσιν αὐτά,
23 καὶ ποιήσουσι φυρμόν, διότι ἡ γῆ πλήρης λαῶν, καὶ ἡ πόλις πλήρης ἀνομίας.
24 καὶ ἀποστρέψω τὸ φρύαγμα τῆς ἰσχύος αὐτῶν, καὶ μιανθήσεται τὰ ἅγια αὐτῶν.
25 ἐξιλασμὸς ἥξει καὶ ζητήσει εἰρήνην, καὶ οὐκ ἔσται.
26 οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπʼ ἀγγελίαν ἔσται, καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως καὶ βουλὴ ἐκ πρεσβυτέρων.
27 ἄρχων ἐνδύσεται ἀφανισμόν, καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυθήσονται· κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς, καὶ ἐν τοῖς κρίμασιν αὐτῶν ἐκδικήσο αὐτούς, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.
Ezekiel 6 · Ezekiel 8 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)