Read Ezekiel 6 side by side with translations · The Final Bible
1 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων
2 Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰ ὄρη Ἰσραὴλ καὶ προφήτευσον ἐπʼ αὐτά,
3 καὶ ἐρεῖς Τὰ ὄρη Ἰσραήλ, ἀκούσατε λόγον Κυρίου Τάδε λέγει Κύριος τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ ταῖς νάπαις Ἰδοὺ ἐπάγω ἐφʼ ὑμᾶς ῥομφαίαν, καὶ ἐξολοθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν,
4 καὶ συντριβήσονται τὰ θυσιαστήρια ὑμῶν καὶ τὰ τεμένη ὑμῶν, καὶ καταβαλῶ τραυματίαις ὑμῶν ἐνώπιον τῶν εἰδώλων ὑμῶν,
5 καὶ διασκορπιῶ τὰ ὀστᾶ ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν.
6 ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν αἱ πόλεις ἐξερημωθήσονται καὶ τὰ ὑψηλὰ ἀφανισθήσεται, ὅπως ἐξολεθρευθῇ τὰ θυσιαστήρια ὑμῶν καὶ συντρβήσονται τὰ εἴωλα ὑμῶν καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν,
7 καὶ πεσοῦνται τραυματίαι ἐν μέσῳ ὑμῶν, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.,
8 ἐν τῷ γενέηθαι ἐξ ὑμῶν ἀνασωζομένους ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσιν, καὶ ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις,
9 καὶ μνησθήσονταί μου οἱ ἀνασωζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ· ἀμώμοκα τῇ καρδίᾳ αὐτῶν τῇ ἐκπορνευούσῃ ἀπʼ ἐμοῦ καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς πορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν, καὶ κόψονται πρόσοπα αὐτῶν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν·
10 καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος λελάληκα.
11 Τάδε λέγει Κύριος Κρότησον τῆ χειρὶ καὶ ψόφησον τῷ ποδὶ καὶ εἰπόν Εὐγε εὗγε, ἐπὶ πᾶσιν τοῖς βδελύγμασιν οἴκου Ἰσραήλ· ἐν ῥομφαίᾳ καὶ ἐν θανάτῳ καὶ ἐν λιμῷ πεσοῦνται.
12 ὁ ἐγγὺς ἐν ῥομφαίᾳ πεσεῖται, ὁ δὲ μακρὰν ἐν θανάτῳ τελευτήσει, καὶ ὁ περιεχόμενος ἐν λιμῷ συντελεσθήσεται, καὶ συντελέσω τὴν ἀργήν μου ἐπʼ αὐτούς.
13 καὶ γνώσεσθε διότι ἐγὼ Κύριος, ἐν τῷ εἶναι τοὺς τραυματίας ὑμῶν ἐν μέσῳ τῶν εἰδώλων ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω δένδρου συσκίου, οὗ ἔδωκαν ἐκεῖ ὀσμὴν εὐωδίας πᾶσι τοῖς εἰδώλοις αὐτῶν.
14 καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπʼ αὐτούς, καὶ θήσομαι τὴν γῆν εἰς ἀφανισμὸν καὶ εἰς ὄλεθρον ἀπὸ τῆς ἐρήμου Δεβλάθα ἐκ πάσης. τῆς κατοικεσίας· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύρμως.
Ezekiel 5 · Ezekiel 7 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)