Read Tobit 9 side by side with translations · The Final Bible
1 Καὶ ἐκάλεσεν Τωβίας τὸν Ῥαφαὴλ καὶ εἶπεν αὐτῷ
2 Ἀζαρία ἀδελφέ, (3)λάβε μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους. καὶ πορεύθητι ἐν Ῥάγοις τῆς Μηδείας παρὰ Γαβαήλ, καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε μοι εἰς τὸν γάμον.
3 διότι ὀμώμοχεν Ῥαγουὴλ μὴ ἐξελθεῖν με·
4 καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω μέγα, ὀδυνηθήσεται λίαν.
5 καὶ ἐπορεύθη Ῥαφαήλ, καὶ ηὐλίσθη παρὰ Γαβαήλ, καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον· ὃς δὲ προήνεγκεν τὰ θυλάκια ἐν ταῖς σφραγῖσιν καὶ ἔδωκεν αὐτῷ.
6 καὶ ὤρθρευσαν κοινῶς καὶ ἤλθοσαν εἰς τὸν γάμον, καὶ εὐλόγησεν Γωβείας τὴν γυναῖκα αὐτοῦ.