Read Psalms 97 side by side with translations · The Final Bible
1 Ἄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν Κύριος· ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.
2 ἐγνώρισεν Κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον τῶν ἐθνῶν· ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ.
3 ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακώβ, καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν.
4 ἀλαλάξατε τῷ θεῷ πᾶσα ἡ γῆ, ἄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε.
5 ψάλατε τῷ κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ,
6 ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης· ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως Κυρίῳ.
7 σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ οἱ κατοικοῦντες αὐτὴν·
8 ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό, τὰ ὄρη ἀγαλλιάσονται,
9 ὅτι ἥκει κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι.
12 Ψαλμὸς τῷ Δαυείδ.
Psalms 96 · Psalms 98 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)