Psalms 83 — Greek (Septuagint / SBLGNT)

Read Psalms 83 side by side with translations · The Final Bible

1 Εἰς τὸ τέλος, ὐπὲρ τῶν ληνῶν· τοῖς υἱοῖς Κόρε ψαλμός.

2 Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων.

3 ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχὴ μου εἰς τὰς αὐλὰς τοῦ κυρίου· ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα.

4 καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ οὗ θήσει τὰ νοσσία αὐτῆς· τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου καὶ ὁ θεός μου.

5 μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε. διάψαλμα.

6 μακάριος ἀνὴρ οὗ ἐστιν ἡ ἀντίλημψις αὐτοῦ παρὰ σοῦ, Κύριε· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο,

7 ἐν τῇ κοίλαδι τοῦ κλαυθμῶνος, εἰς τόπον ὃν ἔθετο. καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν·

8 πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν, ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών.

9 Κύριε ὁ θεὸς τῶν δυνάμεαον, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ θεὸς Ἰακώβ. διάφαλμα.

10 ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ θεός, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσαωπον τοῦ χριστοῦ σου.

11 ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπέρ χιλιάδας· ἐξελεξάμην παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μᾶλλον ἡ οἰκεῖν ἐπὶ σκηνώμασιν ἁμαρτωλῶν.

12 ὄτι ἔλεον καὶ ἀλῆθειαν ἀγαπᾷ Κύριος ὁ θεός, χάριν καὶ δόξαν δώσει· Κύριος οὐχ ὑστερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ.

13 Κύριε τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.

Psalms 82 · Psalms 84 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)