Read Psalms 81 side by side with translations · The Final Bible
1 Ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει.
2 ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; διάψαλμα.
3 κρίνατε ὀρφανὸν καὶ πτωχόν, ταπεινὸν καὶ πέυητα δικαιώσατε·
4 ἐξέλεσθε πένητα καὶ πτωχόν, ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε.
5 οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν. ἐν σκότει διαπορεύονται· σαλευθήσοναι πάντα τὰ θεμέλια τῆς γῆς.
6 ἐγὼ εἶπα Θεοί ἐστε καὶ υἱοὶ Υψἰστου πάντες·
7 ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἴς τῶν ἀρχόντων πίπτετε.
8 ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν· ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσιν τοῖς ἔθνεσιν.
17 Ψαλμὸς τῷ Ἀσάφ.
Psalms 80 · Psalms 82 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)