Read Psalms 53 side by side with translations · The Final Bible
1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυείδ,
2 ἐν τῷ ἐλθεῖν τοὺς Ζειφαίους· καὶ εἶπεν τῷ Σαούλ Οὐκ ἰδοὺ Δαυεὶδ κέκρυπται παρʼ ἡμῖν;
3 Ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.
4 ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.
5 ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπʼ ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχὴν μου· οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. διάφαλμα.
6 ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι. καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου.
7 ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.
8 ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, ὅτι ἀγαθόν·
9 ὅτι ἐκ πάσης θλίψεως ἐρύσω με. καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.
Psalms 52 · Psalms 54 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)