Psalms 151 — Greek (Septuagint / SBLGNT)

Read Psalms 151 side by side with translations · The Final Bible

1 Μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου. καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου· ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου.

2 αἱ χεῖρές μου ἐποίησαν 'ὄργανον, οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον.

3 καὶ τίς ἀναγγελεῖ τῷ κυρίῳ μου; αὐτὸς Κύριος, αὐτὸς εἰσακούει.

4 αὐτὸς ἐξαπέστειλεν τὸν ἄγγελον αὐτοῦ, καὶ ἤρέν με ἐκ τῶν προβάτων τοῦ πατρός μου, καὶ ἔχρισέν με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὐτοῦ.

5 οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς Κύριος.

6 Οὗτος ὁ ψαλμὸς ἰδιόγραφος εἰς Δαυεὶδ καὶ ἔξωθεν τοῦ ἀριθμοῦ, ὅτε ἐμονομάκησεν τῷ Γολιάδ. ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ, καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ·

7 ἐγὼ δὲ σπασάμενος τὴν παρʼ αὐτοῦ μάχαιραν ἀπεκεφάλισα αὐτόν, καὶ ἤρα ὄνειδος ἐξ υἱῶν Ἰσραήλ.

Psalms 150 · Coptic (Sahidic)