Read Psalms 114 side by side with translations · The Final Bible
1 Ἠγάπησα ὅτι εἰσακούσεται ὁ θεὸς τῆς φωνῆς τῆς δεήσεὼς μου,
2 ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐπεκαλεσάμην.
3 περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ἅδου εὕροσάν με· θλίψιν καὶ ὀδύνην εὗρον.
4 καὶ τὸ ὄομα Κυρίου ἐπεκαλεσάμην Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου.
5 ἐλεήμων καὶ δίκαιος ὁ κύριος, καὶ Κύριος ὁ θεὸς ἡμῶν ἐλεᾷ.
6 φυλάσσων τὰ νήπια ὁ κύριος· ἐταπεινώθην, καὶ ἔσωσέν με.
7 ἐπίστρεψον, ἡ ψυχὴ μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέν σε·
8 ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.
9 εὐαρεστήσω ἐναντίον Κυρίου ἐν χώρᾳ ζώντων.
26 Ἁλληλουιά.
Psalms 113 · Psalms 115 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)