1 Μακάριος ἀνὴρ οὗ ὁ κύριος ἐμνήσθη ἐν ἐλεγμῷ καὶ ἐκυκλώθη ἀπὸ ὁδοῦ πονηρᾶς ἐν μάστιγι, καθαρισθῆναι ἀπὸ ἁμαρτίας, τοῦ μὴ πληθῦναι.
2 ὁ ἑτοιμάζων νῶτον εἰς μάστιγας, καὶ καθαρισθήσεται· χρηστὸς γὰρ ὁ κύριος τοῖς ὑπομένουσιν παιδείαν.
3 ὀρθώσει γὰρ ὁδοὺς δικαίων, καὶ οὐ διαπρέψει ἐν παιδείᾳ.
4 καὶ τὸ ἔλεος Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν ἐν ἀληθείg. καὶ μνήσεται Κύριος τῶν δούλων αὐτοῦ ἐν ἐλέει·
5 ἡ γὰρ μαρτυρία ἐν νόμῳ διαθήκης αἰωνίου, ἡ μαρτυρία Κυρίου ἐπὶ ὁδοὺς ἀνθρώπων ἐν ἐπισκοπῇ.
6 ῆίκαιος καὶ ὅσιος Κύριος ἡμῶν κρίμασιν αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ Ἰσραὴλ αἰνέσει τῷ ὀνόματι Κυρίου ἐν εὐφροσύνῃ.
7 καὶ ὅσιοι ἐξομολογήσονται ἐν ἐκκλησίᾳ λαοῦ, καὶ πτωχοὺς ἐλεήσει ὁ θεὸς ἐν εὐφροσύνῃ Ἰσραήλ.
8 ὅτι χρηστὸς καὶ ἐλεήμων ὁ θεὸς εἰς τὸν αἰῶνα, καὶ συναγωγαὶ Ἰσραὴλ δοξάσουσιν τὸ ὄνομα Κυρίου.
9 τοῦ κυρίου ἡ σωτηρία ἐπὶ οἶκον Ἰσραὴλ εἰς σωφροσύνην αἰώνιον.
20 Ἐν δμνοις τῷ Σαλωμφν.
Psalms of Solomon 9 · Psalms of Solomon 11 · Aramaic (Peshitta)