1 ΕBOΗΣA πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με εἰς τέλος, πρὸς τὸν θεὸν ἐν τῷ ἐπιθέσθαι ἁμαρτωλούς.
2 ἐξάπινα ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου· ἐπακούσεταί μου, ὅτι ἐπλήσθην δικαιοσύνης.
3 ἐλογισάμην ἐν καρδίᾳ μου ὅτι ἐπλήσθην δικαιοσύνης, ἐν τῷ εὐθηνῆσαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις.
4 ὁ πλοῦτος αὐτῶν διεδόθη εἰς πᾶσαν τὴν γῆν, καὶ ἡ δόξα αὐτῶν ἕως ἐσχάτου τῆς γῆς.
5 ὑψώθησαν ἕως τῶν ἄστρων, εἶπαν Οὐ μὴ πέσωσιν·
6 καὶ ἐξύβρισαν ἐν τοῖς ἀγαθοῖς αὐτῶν. καὶ οὐκ ἤνεγκαν.
7 αἱ ἁμαρτίαι αὐτῶν ἐν ἀποκρύφοις, καὶ ἐγὼ οὐκ ᾔδειν·
8 αἱ ἀνομίαι αὐτῶν ὑπέρ τὰ πρὸ αὐτῶν ἔθνη, ἐβεβήλωσαν τὰ ἅγια Κυρίου ἐν βεβηλώσει.