Job 35 — Greek (Septuagint / SBLGNT)

Read Job 35 side by side with translations · The Final Bible

1 Ὑκπολαβὰν δὲ Ἐλιοῦς λέγει

2 Τί τοῦτο ἡγήσω ἐν κρίσεις σύ τἰς εἶ ὅτι εἶπας Δίκαιός εἰμι ἔναντι Κυρίου

4 ἐγὼ σοὶ δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶν φίλοις σου.

5 ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἵδε, κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ.

6 εἰ ἥμαρτες, τί πράξεις εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι;

7 ἐπεὶ δὲ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ, ἢ τί ἐκ χειρός σου λήμψεταις

8 ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου, καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου.

9 ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, βοήσονται ἀπὸ βραχίονος πολλῶν.

10 καὶ οὐκ εἶπεν Ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με, ὁ κατατάσσαων φυλακὰς υυκτερινάς,

11 ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν οὐρανοῦ;

12 ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ, καὶ ἀπὸ ὕβρεως πονηρῶν.

13 ἄτοπα γὰρ οὐ βούλεται ὁ κύριος ἰδεῖναὐτὸς γὰρ ὁ παντοκράτωρ ὄρατής ἐστιν

14 τῶν συντελούντων τὰ ἄνομα, καὶ σώσει με. κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αἰνέσαι αὐτὸν ὡς ἔστιν.

15 καὶ νῦν ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὄργὴν αὐτοῦ καὶ οὐκ ἔγνω παράπτωμά τι

16 καὶ Ἰὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει.

Job 34 · Job 36 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)