Read Isaiah 35 side by side with translations · The Final Bible
1 Εὐφράνθητι, ἔρημος ἡ διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον,
2 καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὃ λαός μου ὄψεται τὴν δόξαν Κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ.
3 ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλεφοβεῖσθε·
4 παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὃ θεὸς ἡμῶν κρίσιν ἀνταποδώσει καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει
5 τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται.
6 τότε ἀλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ,
7 καὶ ἡ ἄνυδρος ἔσται εἷς ἕλη, καὶ εἷς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται· ἐκεῖ εὐφροσύνη ὀρνέων, ἐπαύλεις καλάμου καὶ ἕλη.
8 ἐκεῖ ἔσται ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται, καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἐκεῖ ἔσται ὁδὸς ἀκάθαρτος· οἶ δὲ διεσπαρμένοι πορεύσονται ἐπ’ αὐτῆς, καὶ οὗ μὴ πλανηθῶσιν.
9 καὶ οὔκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὗ μὴ ἀναβῇ ἐπ’ αὐτὴν οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ, ἀλλὰ πορεύευρον σονται ἐν αὐτῇ λελυτρωμένοι καὶ συνηγμένοι διὰ Κύριον· ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιὼν μετ’ εὐφροσύνης, καί εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ καταλήμψεται αὐτούς· ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.
Isaiah 34 · Isaiah 36 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)