Isaiah 23 — Greek (Septuagint / SBLGNT)

Read Isaiah 23 side by side with translations · The Final Bible

1 Τὸ ὅραμα Τύρου. Ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κητιαίων· ἦκται αἰχμάλωτος.

2 τίνι ὅμοιοι γεγόνασιν οἷ ἐνοικοῦντες ἐν τῇ νήσῳ, μεταβόλοι Φοινίκης, διεκπερῶντες τὴν θάλασσαν

3 ἐν ὕδατι πολλῷ, σπέρμα μεταβόλων; ὡς εἰσφερομένου οἱ μεταβάλοι τῶν ἐθνῶν.

4 αἰσχύνθητι, Σιδών, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν Οὐκ ὤδινον, οὐδὲ ἔτεκον, οὐδὲ ἐξέθρεψα νεανίσκους, οὐδὲ ὕψωσα παρθένους.

5 ὅταν δὲ ἀκουστὸν γένηται ἐν Αἰγύπτῳ, λήμψεται αὐτοὺς ὀδύνη περὶ Τύρου.

6 ἀπέλθατε εἰς Καρχηδόνα, ὀλολύζετε, οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ.

7 οὐχ αὕτη ὑμῶν ἦν ἡ ὕβρις ἡ ἀπ’ ἀρχῆς, πρὶν ἢ παραδοθῆναι αὐτήν;

8 τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; μὴ ἥσσων ἐστίν, ἦ οὐκ ἰσχύει; οἱ ἔμποροι αὐτῆς ἔνδοξοι, ἄρχοντες τῆς γῆς.

9 Κύριος σαβαὼθ ἐβουλεύσατο παραλῦσαι τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσω πᾶν ἔνδοξον ἐπὶ τῆς γῆς.

10 ἐργάζου τὴν γῆν σου, καὶ γὰρ πλοῖα οὐκέτι ἔρχονται ἐκ Καρχηδόνος.

11 ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν, ἡ παροξύνουσα βασιλεῖς· Κύριος σαβαὼθ ἐνετείλατο περὶ Χανάαν ἀπολέσω αὐτῆς τὴν ἰσχύν.

12 καὶ ἐροῦσιν Οὐκέτι μὴ προσθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σιών· καὶ ἐὰν ἀπέλθῃς εἷς Κητιείμ, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται·

13 καὶ εἷς γῆν Χαλδαίων, ἢ καὶ αὕτη ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται, ὅτι ὁ τοῖχος αὐτῆς πέπτωκεν.

14 ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμῶν.

15 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταλειφθήσεται Τύρος ἔτη ἑβδομήκοντα, ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνθρώπου· καὶ ἔσται μετὰ ἑβδομήκοντα < ἔτη > ἔσται Τύρος ὡς ᾆσμα πόρνης.

16 λάβε κιθάραν, ῥέμβευσον, πόλις πόρνη ἐπιλελησμένη, καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου ἡ μνεία γένηται. καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὃ θεὸς Τύρου, καὶ πάλιν ἀποκαταστήσεται εἷς τὸ ἀρχαῖον,

17 καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης.

18 καὶ ἔσται αὐτῆς ἡ ἐμπορία καὶ ὅ μισθὸς ἅγιον τῷ Κυρίῳ, οὒκ αὐτοῖς συναχθήσεται ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι Κυρίου, πᾶσα ἡ ἐμπορία αὐτῆς, φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι, εἰς συμβολὴν μνημόσυνον < ἔναντι Κυρίου >

Isaiah 22 · Isaiah 24 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)