Read Baruch 5 side by side with translations · The Final Bible
1 Ἔκδυσαι, Ἰερουσαλήμ, τὴν στολὴν τοῦ πένθους καὶ τῆς κακώσεως σου, καὶ ἔνδυσαι τὴν εὐπρέπειαν τῆς παρά τοῦ θεοῦ δόξης εἰς τὸν αἰῶνα.
2 περιβαλοῦ τὴν διπλοίδα τῆς παρά τοῦ θεοῦ δικαιοσύνης, ἐπίθου τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν σου τῆς δόξης τοῦ αἰωνίου.
3 ὁ γὰρ θεὸς δείξει τῇ ὑπʼ οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα.
4 κληθήσεται γάρ σου τὸ ὄνομα παρὰ τοῦ θεοῦ εἰς τὸν αἰῶνα, εἰρήνη δικαιοσύνης καὶ δόξα θεοσεβίας.
5 ἀνάστηθι, Ἰερουσαλήμ, καὶ στῆθι ἐπὶ τοῦ ὑψηλοῦ, καὶ περίβλεψαι πρὸς ἀνατολὰς καὶ ἴδε σου συνηγμένα τὰ τέκνα ἀπὸ ἡλίου δυσμῶν ἕως ἀνατολῶν τῷ όήματι τοῦ ἁγίου, χαίροντας τῇ τοῦ θεοῦ μνείᾳ.
6 ἐξῆλθον γὰρ παρὰ σοῦ πεζοὶ ἀγόμενοι ὑπὸ ἐχθρῶν, εἰσάγει δὲ αὐτοὺς ὁ θεὸς πρὸς σέ αἰρομένους μετὰ δόξης ὡς θρόνον βασιλείας.
7 συνέταξεν γὰρ ὁ θεὸς ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλόν, καὶ θῖνας ἀενάους καὶ φάραγγας πληροῦσθαι εἰς ὁμαλισμὸν τῆς γῆς· ἴνα βαδίσῃ Ἰσραὴλ ἀσφαλῶς τῆ τοῦ θεοῦ δόξῃ.
8 ἐσκίασαν δέ καὶ οἱ δρυμοὶ καὶ πᾶν ξύλον εὐωδίας τῷ Ἰσραὴλ προστάγματι τοῦ θεοῦ.
9 ἡγήσεται γὰρ ὁ θεὸς Ἰσραὴλ μετʼ εὐφροσύνης τῷ φωτὶ τῆς δόξης αὐτοῦ σὺν ἐλεημοσύνῃ καὶ δικαιοσύνῃ τῇ παρʼ αὐτοῦ.
Baruch 4 · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)