Song of Solomon 7 — Greek (Septuagint / SBLGNT)

Read Song of Solomon 7 side by side with translations · The Final Bible

1 Τί δψεοθε ἐν τῆ Σουμανείτιδις ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν. (2) Ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν, θύγατερ Ναδάβ. ὀυθμοὶ μηρῶν σου ὃμοιοι ὁρμίσκοις. ἔργον τεχνίτου.

2 ὀμφαλός σου κρατὴρ τορευτός, μὴ ὑστερούμενος κρᾶμα· κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις.

3 δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος·

4 ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος. οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσεβῶν, ἐν πύλαις θυγατρὸς πολλῶν. μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου σκοπεύωυ πρόσαοπον Δαμασκοῦ.

5 κεφαλή σου ἐπὶ σέ ὡς Κάρμηλος, καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα, βασύιεὺς δεδεμένος ἐν παραδρομαῖς.

6 τί ὡραιώθης, καὶ τί ἡδύνθης, ἀγάπη, ἐν τρυφαῖς σους

7 τοῦτο μέγεθός σου· ὡμοιώθης τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσιν.

8 εἶπα Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶυ ὕψεωυ αὐτοῦ· καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου, καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα,

9 καὶ ὁ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθός, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν.

10 Ἐγὼ τῷ ἀδελφιδῷ μου. καὶ ἐπʼ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ.

11 ἐλθὲ, ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρόν. αὐλισθῶμευ ἐν κώμαις·

12 ἐπίστρεφε, ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί. ὀρθρίσωμεν εἰς ἀμπελῶνας, ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμός, ἤνθησαν αἱ ῥὸαι· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.

13 οἱ μανδραγόραι ἔδωκαν ὀσμήν, καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα, νέα πρὸς παλαιά, ἀδελφιδέ μου, ἐτήρησά σοι.

Song of Solomon 6 · Song of Solomon 8 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)