Read Psalms 92 side by side with translations · The Final Bible
1 Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ἐυεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο, καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται
2 ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε· ἀπὸ τοῦ αἰῶνος σὺ εἶ
3 ἐπῆραν οἱ ποταμοί, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.
4 ἀπὸ φωνῶν ὑδάτων πολλῶυ θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης· θαυμαστὸς ἐν ὑψηλοῖς ὁ κύριος.
5 τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
15 Εἰς τὴν ἡμέραν τοῦ προσαββάτου, ὅτε κατῴκισται ἡ γῆ· αἴνος ᾠδης τῷ Δαυείδ.
Psalms 91 · Psalms 93 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)