Psalms 69 — Greek (Septuagint / SBLGNT)

Read Psalms 69 side by side with translations · The Final Bible

1 Είς τὸ τέλος· τῷ Δαυείδ εἰς ἀγάμνησιν, εἰς τὸ Σῶσαί με Κύριον.

2 Ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες·

3 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχὴν. ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά·

4 ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι Εὐγε εὖγε.

5 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ θεός, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.

6 ἐγὰ δὲ πτωχὸς καὶ πένης· ὁ θεός, βοήθησόν μοι· βοηθός μου καὶ ῥύστης μου εἶ σύ· Κύριε. μὴ χρονίσῃς.

Psalms 68 · Psalms 70 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)