Psalms 66 — Greek (Septuagint / SBLGNT)

Read Psalms 66 side by side with translations · The Final Bible

1 Εἰς τὸ τέλος, ἐν δμνοις· ψαλμὸς τῷ Δαυείδ.

2 Ὁ θεός, οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς. ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφʼ ἡμᾶς. διαψαλμα.

3 τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, καὶ ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου

4 ἐξομολογησάσθωσαν λαοί, ὁ θεός, ἐξομολογησάσθωσαν λαοὶ πάντες.

5 εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι, καὶ ἔθνη ἐν τῆ γῇ ὁδηγήσεις. διάψαλμα.

6 ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

7 γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν,

8 εὐλογήσαι ἡμᾶς ὁ θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Psalms 65 · Psalms 67 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)