Psalms 60 — Greek (Septuagint / SBLGNT)

Read Psalms 60 side by side with translations · The Final Bible

1 Εἰς τὸ τέλος, ἐν ὔμνοις· τῷ Δαυείδ.

2 Εἰσάκουσον τῆς δεήσεως μου, πρόσχες τῆς προσευχῆς μου.

3 ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα. ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου. ἐν πέτρᾳ ὕψωσάς με, ὡδήγησάς με,

4 ὅτι ἐγενήθης ἐλπίς μου. πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.

5 παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, διάψαλμα. σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου.

6 ὅτι σύ, ὁ θεός, εἰσήκουσας τῶν προσευχῶν μου, ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.

7 ἡμέρας ἐφʼ ἡμέρας βασιλέως προσθήσεις ἔτη αὐτοῦ, ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.

8 διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ· ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει αὐτῶν

9 οὕτως ψαλῶ τῷ ἀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.

Psalms 59 · Psalms 61 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)