Home › Reader › Psalms › Psalms 40 › Greek (Septuagint / SBLGNT)
Read Psalms 40 side by side with translations · All chapters of Psalms
1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
2 Μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρῷ ῥύσεται αὐτὸν ὁ κύριος.
3 Κύριος φυλάξαι αὐτόν, καὶ μακαρίσαι αὐτὸν ἐν τῆ γῇ, καὶ μὴ παραδοῖ αὐτὸν εἰς χεῖρας ἐχθροῦ αὐτοῦ.
4 Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ, ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ.
5 ἐγὼ εἶπα Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχὴν μου, ὅτι ἥμαρτόν σοι.
6 οἱ ἐχθροί μου εἶπαν κακά μοι Πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;
7 καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει
8 ἐπὶ τὸ αὐτὸ κατʼ ἐμοῦ. ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατʼ ἐμοῦ· ἐλογίζοντο κακά μοι·
9 λόγον παράνομον κατέθεντο κατʼ ἐμοῦ Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι
10 καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφʼ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπʼ ἐμὲ πτερνισμόν.
11 σῦ δέ, Κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς.
12 ἐν τούτῳ ἔγνων ὅτι τεθέληκας με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπʼ ἐμέ
13 ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς αἰῶνα.
14 εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.
← Psalms 39 · Psalms 41 → · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)