Psalms 3 — Greek (Septuagint / SBLGNT)

Read Psalms 3 side by side with translations · The Final Bible

1 Ψαλμὸς τῷ Δαυείδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ.

2 Κύριε, τί ἐπληθύνθησαν οἱ θλἰβοντές με ; πολλοὶ ἐπανίστανται ἐπʼ ἐμέ·

3 πολλοὶ λέγουσιν τῇ ψυχῇ μου Οὐκ ἔστιν σωτηρία ἐν τῷ θεῷ αὐτοῦ. διάψαλμα.

4 σὺ δέ, Κύριε, ἀντιλήμπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.

5 φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ. διάψαλμα.

6 ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήμψεταί μου.

7 οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ ἐπιτιθεμένων μοι.

8 ἀνάστα, Κύριε, σῶσόν με ὁ θεός μου· ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως ὀδόντας ἁμαρτωλῶν συνέτριψας.

9 τοῦ κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

Psalms 2 · Psalms 4 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)