Psalms 29 — Greek (Septuagint / SBLGNT)

Read Psalms 29 side by side with translations · The Final Bible

1 Εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐνκαινισμοῦ τοῦ οἴκου, τοῦ Δαυείδ.

2 Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπʼ ἐμέ.

3 Κύριε ὁ θεός μου, ἐκέκραξα πρὸς σέ καὶ ἰάσω με·

4 Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.

5 ψάλατε τῷ κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.

6 ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός, καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις.

7 ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.

8 Κύριε, ἐν τῷ θελήματί σου παράσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.

9 πρὸς σέ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι.

10 τίς ὠφελία ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν ; μὴ ἐξομολογήσεταί σοι χοῦς. ἡ ἀναγγελεῖ τὴν ἀλήθειάν σου;

11 ἤκουσεν Κύριος καὶ ἠλέησέν με, Κύριος ἐγενήθη βοηθός μου.

12 ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην,

13 ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. Κύριε ὁ θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.

Psalms 28 · Psalms 30 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)