Psalms 147 — Greek (Septuagint / SBLGNT)

Read Psalms 147 side by side with translations · The Final Bible

1 Ἐπαίνει, Ἰερουσαλήμ, τὸν κύριον, αὔει τὸν θεόν σου, Σειών·

2 ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί.

3 ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην, καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε·

4 ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῆ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ·

5 τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος·

6 βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται;

7 ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.

8 ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ.

9 οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.

11 Αλληλουιά· Ἀγγαίου καὶ Ζαχαρίου.

Psalms 146 · Psalms 148 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)