Read Psalms 133 side by side with translations · The Final Bible
1 Ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν·
2 ἐν ταῖς νυξὶν ἐπάρατε χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν κύριον.
3 ᾨδὴ τῶν ἀναβαθμῶν. εὐλογήσει σε Κύριος ἐκ Σιῶν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.
Psalms 132 · Psalms 134 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)