Psalms 122 — Greek (Septuagint / SBLGNT)

Read Psalms 122 side by side with translations · The Final Bible

1 Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.

2 ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὣς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

3 ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς. ὅτι ἐπὶ πολὺ ἐπληθύνθημεν ἐξουδενώσεως·

4 ἐπὶ πλεῖον ἐπληθύνθη ἡ ψυχὴ ἡμῶν· τὸ ὄνειδος τοῖς εὐθηνοῦσιν καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

9 ᾨδὴ τῶν ἀναβαθμῶν.

Psalms 121 · Psalms 123 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)