Home › Reader › Psalms › Psalms 12 › Greek (Septuagint / SBLGNT)
Read Psalms 12 side by side with translations · All chapters of Psalms
1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
2 Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος ; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ ;
3 ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας ; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπʼ ἐμέ ;
4 ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ θεός μου· φώτισον τοὺς ὀφθαλμούς, μὴ ποτε ὑπνώσω εἰς θάνατον,
5 μή ποτε εἴπῃ ὁ ἐχθρός μου Ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται ἐὰν σαλευθῶ.
6 ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα· ἀγαλλιάσεται ἡ καρδία μου ἐν τῷ σωτηρίῳ σου· ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου.
← Psalms 11 · Psalms 13 → · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)