Psalms 118 — Greek (Septuagint / SBLGNT)

Read Psalms 118 side by side with translations · The Final Bible

1 Μακάριοι ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.

2 μακάριοι οἱ ἐξεραυνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητοῦσιν αὐτόν·

3 οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.

4 σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα.

5 ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου·

6 τότε οὐ μὴ ἐπαισχυνθῶ, ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.

7 ἐξομολογήσομαί σοι, Κύριε, ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.

8 τὰ δικαιώματά σου φυλάξω, μὴ με ἐνκαταλίπῃς ἕως σφόδρα.

9 Ἐν τίνι κατορθώσει ὁ νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους σου.

10 ἐν ὅαρδίᾳ ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.

11 ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἄν μὴ ἁμάρτω σοι.

12 εὐλνγητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

13 ἐν τοῖς χείλεσίν μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου·

14 ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ.

15 ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ ἐκζητήσω τὰς ὁδούς σου·

16 ἐν τοῖς δικαιώμασίν σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου.

17 Ἀνταπόδος τῷ δούλῳ σου· ζήσομαι, καὶ φυλάξω τοὺς λόγους σου.

18 ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου. πάροικός εἰμι ἐν τῇ γῆ, μὴ ἀποστρέψῃς ἀπʼ ἐμοῦ τὰς ἐντολάς σου.

20 ἐπεπόθησεν ἡ ψυχὴ μου τοῦ ἐπιθυμῆσαι εἰς τὰ δικαιώματά σου ἐν παντὶ καιρῷ.

21 ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου.

22 περίελε ἀπʼ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.

23 καὶ γὰρ ἐκάθισαν ἄρχοντες, κατʼ ἐμοῦ κατελάλουν· ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου·

24 καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστιν, καὶ αἱ συμβουλίαι μσυ τὰ δικαιώματά σου.

25 Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζήσομαι κατὰ τὸ λόγιόν σου.

26 τὰς ὁδούς σου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου,

27 καὶ ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου.

29 Ἁλληλουιά.

31 τὸ στόμα μου ἤνοιξα καὶ ἤλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.

33 τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία·

36 κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν.

37 ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με.

38 στῆσον τῷ δούλῳ σου εἰς τὸ λόγιόν σου, εἰς τὸν φόβον σου.

39 περίελε τὸ ὄνειδός μου ὃ ὑπώπτευσα, τὰ γὰρ κρίματα σου χρηστά.

40 ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.

41 Καὶ ἔλθοι ἐπʼ ἐμὲ τὸ ἔλεος σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸ ἔλεός σου·

42 καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον, ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου.

43 καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα.

44 καὶ φυλάξω τὸν νόμον σου διὰ παντός, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

45 καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα·

46 καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην·

47 καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου αἷς ἠγάπησας σφόδρα·

48 καὶ ἤρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου αἷς ἠγάπησας σφόδρα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασίν σου.

49 Μνήσθητι τὸν λόγον σου τῶν δούλων σου ᾧ ἐπήλπισάς με.

50 αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου οὐκ ἐξέκλινα.

52 ἐμνήσθην τῶν κριμάτων σου, Κύριε, ἀπʼ αἰῶνος καὶ παρεκλήθην.

53 ἀθυμία κατέσχεν με ἀπὸ ἁμαρτωλῶν τῶν ἐνκαταλιμπανόντων τὸν νόμον σου.

54 ψαλτὰ σάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου.

55 ἐμνήσθην ἐν νυκτὶ τὸ ὄνομά σου, Κύριε. καὶ ἐφύλαξα τὸν νόμον σου.

56 αὕτη ἐγενήθη μοι. τὰ δικαιώματά σου ἐξεζήτησα.

57 Μερίς μου, Κύριε· εἶπα φυλάξασθαι τὰς ἐντολάς σου.

58 ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου. ἐλέησόν με κατὰ τὸ λόγιόν σου.

59 ὅτι διελογισάμην κατὰ τὰς ὁδούς σου. καὶ ἀπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου.

60 ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην φυλάξασθαι τὰς ἐντολάς σου.

61 σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι. καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.

62 μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.

63 μέτοχος ἐγὼ εἰμι πάντων τῶν φοβουμένων σε καὶ φυλασσόντων τὰς ἐντολάς σου.

64 τοῦ ἐλέους σου, Κύριε, πλήρης πᾶσα ἡ γῆ· τὰ δικαιώματά σου, Κύριε, δίδαξόν με.

65 Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸ λόγιόν σου.

66 χρηστότητα καὶ παιδίαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.

67 πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐγὼ ἐφύλαξα.

68 χρηστὸς εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου.

69 ἐπληθύνθη ἐπʼ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλη καρδίᾳ μου ἐξεραυνήσω τὰς ἐντολάς σου.

70 ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.

71 ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.

72 ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπέρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.

73 Aἱ χεῖρές σου ἔπλασάν με καὶ ἡτοίμασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου.

74 οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.

75 ἔγνων, Κύριε, ὅτι δικαιοσύνῃ καὶ ἀληθεία τὰ κρίματά σου ἐταπείνωσάν με.

76 γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με καὶ τὸ λόγιόν σου τῷ δούλῳ σου·

77 ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μοί ἐστιν.

78 αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου.

79 ἐπιστρεψάτωσαν οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.

80 γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.

81 Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχὴ μου, καὶ εἰς τὸν λόγον σου ἐπήλπισα.

82 ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες ΙΙαρεκάλεσάν με.

83 τι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.

84 πόσαι όσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;

85 διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλʼ οὐχ ὡς ὁ νόμος σου, Κύριε.

86 ,πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με. βοήθησόν μοι.

87 παρὰ βοαχὺ συνετλεσάν με ἐν τῇ γῇ. ἐγὼ δὲ οὐκ ἐνκατέλειπον τὰς ἐντολάς σου.

88 κατὰ τὸ ἔλεός σου ζήσομαι, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.

89 Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.

90 εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει.

91 τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλά σου.

92 εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου·

93 εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με, Κύριε.

94 σός εἰμι, Κύριε, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα·

95 τὰ δέ μαρτύριά σου συνῆκα.

96 πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα.

97 Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν.

98 ὑπέρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὰς ἐντολάς σου, ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν.

99 ὑπὲρ πάντας τοὺς διδάσκοντας με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν.

100 ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐζήτησα.

101 ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου·

102 ἀπὸ τῶν κλιμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς μοι.

103 ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπέρ μέλι καὶ κηρίον τῷ στόματί μου.

104 ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας, ὅτι σὺ ἐνομοθέτησάς

105 Λύχνος τοῖς ποσίν μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.

106 ὀμώμοκα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.

107 ἐταπεινώθην ἕως σφόδρα· Κύριε, ζῆσόν με κατὰ τὸ λόγιόν σου.

108 τὰ ἑκούσια τοῦ στόματός μου εὐλόγησον, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με.

109 ἡ ψυχὴ μου ἐν ταῖς χερσὶ διὰ παντός, καὶ τὸν νόμον σου οὐκ ἐπελαθόμην.

110 ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην.

111 ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν·

112 ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα διὰ παντὸς ἄμειψιν.

113 Παρανόμους ἐμίσησα, καὶ τὸν νόμον σου ἠγάπησα.

114 βοηθός μου καὶ ἀντιλήμπτωρ μου εἶ σύ, καὶ εἰς τὸν λαόν σου ἤλπισα.

115 ἐκκλίνατε ἀπʼ ἐμοῦ, οἱ πονηρευόμενοι, καὶ ἐξεραυνήσω τὰς ἐντολὰς τοῦ θεοῦ μου.

116 ἀντιλαβοῦ κατὰ τὸ λόγιόν σου καὶ ζῆσόν με. καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου.

117 βοήθησόν μοι καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασίν σου διὰ παντός.

118 ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάπαου σοῦ, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.

119 παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου διὰ παντός.

120 καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου, ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.

121 Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσίν με.

122 ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθά, μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι.

123 οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου.

124 ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ λόγιόν σου, καὶ κατὰ τὰ δικαιώματά σου δίδαξόν με.

125 δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου.

126 καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ· διεσκέδασαν τὸν νόμον σου.

127 διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπέρ τὸ χρυσίον καὶ τοπάζιον·

128 δὴ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.

129 Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχὴ μου.

130 ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ, καὶ συνετιεῖ νηπίους.

132 ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.

134 λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.

135 τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου.

136 διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου. ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου.

137 Δίκαιος εἶ, Κύριε, καὶ εὐθὴς ἡ κρίσις σου·

138 ἐυετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα.

139 ἐξέτηξέν με ὁ ζῆλος τοῦ οἴκου σου, ὅτι ἐπελάθοντο τῶν ἐντολῶν σου οἱ ἐχθροί μου.

140 πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.

141 νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.

142 ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου ἀλήθεια.

143 θλίψεις καὶ ἀνάγκη εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου.

144 δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με καὶ ζῆσόν με.

145 Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ, ἐπάκουσόν μου, Κύριε. τὰ δικαιάματά σου ἐκζητήσω.

146 ἐκέκραξά σε, σῶσόν με. καὶ φυλάξω τὰ μαρτύριά σου.

147 προέφθασάν με ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα.

148 προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς σὲ ὀρθροῦν, τοῦ μελετᾷν τὰ λόγιά σου.

149 τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ λόγιόν σου, κατὰ τὸ κρίμα σου ζῆσόν με.

150 προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ. ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.

151 ἐγγὺς εἶ, Κύριε. καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια.

152 κατʼ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου. ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.

153 Ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τὸν νόμον σου οὐκ ἐπελαθόμην.

154 κρῖὴν κρίσιν μου καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με.

155 μακρὰν ἀπὸ ἁμαρτωλῶν ἡ σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν.

156 οἱ οἰκτιρμοί σου πολλοί, Κύριε, σφόδρα· κατὰ τὰ κρίματά σου ζῆσόν με.

157 πολλοὶ οἱ ἐκδιώκοντές με καὶ ἐκθλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.

158 εἶυνθετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο.

159 ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε· ἐν τῷ ἐλέει σου ζῆσόν με.

160 ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.

161 Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου.

162 ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά.

163 ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα.

164 ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι ἐπὶ τά κρίματα τῆς δικαιοσύνης σου.

165 εἰρήνη πολλὴ τοῖς ἀγαπῶσιν τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.

166 προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα·

167 καὶ ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα·

168 ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐυαντίον σου.

169 Ἐγγισάτω δὴ ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με.

170 εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου· κατὰ τὸ λόγιόν σου ῥῦσαί με.

171 ἐξηρεύξαντο τὰ χείλη μου ὕμνον. ὅταν διδάξῃς με τὰ δικαιώματαά σου·

172 φθέγξαιτο ἡ γλῶσσά μου τὸ λόγιόν σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη ἐστίν.

173 γενέσθω ἡ χείρ σου τοῦ σῶσαι, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.

174 ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστιν.

175 ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.

176 ἐπλανήθην ὡσεὶ πρόβατον ἀπολωλός· ζῆσον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.

Psalms 117 · Psalms 119 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)