Home › Reader › Malachi › Malachi 4 › Greek (Septuagint / SBLGNT)

Malachi 4 — Greek (Septuagint / SBLGNT)

Read Malachi 4 side by side with translations · All chapters of Malachi

1 διότι ἰδοὺ ἡμέρα ἔρχεται καιομένη ὁὡς κλίβανος, καὶ φλέξει αὐτούς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ ποιοῦντες ἄνομα καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἐρχομένη, λέγει Κύριος Γαντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν όίζα οὐδὲ κλῆμα.

2 καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς οπτέρυξιν αὐτοῦ· καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα.

3 καὶ καταπατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποιῶ, λέγει Κύριος Παντοκράτωρ.

4 Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖλ ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ,

5 ὸς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῖῦ, μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην.

6 Μνήσθητε νόμου Μωσῇ τοὺ δούλου μου, καθότι ἐνετειλάμην αὐτῷ ἐν Κωρὴβ πρὸς πάντα τὸν Ἰσραήλ, προστάγματα καὶ δικαιώματα.

← Malachi 3 · Latin (Vulgate)