Leviticus 12 — Greek (Septuagint / SBLGNT)

Read Leviticus 12 side by side with translations · The Final Bible

1 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

2 Λάλησον τοῖς υἱοῖς ὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Γυνὴ ἥτις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας, κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀφέδρου αὐτῆς ἀκάθαρτος ἔσται·

3 καὶ τῆ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ·

4 καὶ τριάκοντα ἡμέρας καὶ τρεῖς καθίσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς· παντὸς ἀγγίου οὐχ ἅψεται, καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς.

5 ἐὰν δὲ θῆλυ τέκῃ, καὶ ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας κατὰ τὴν ἄφεδρον· καὶ ἑξήκοντα ἡμέρας καὶ ἕξ καθεσθήσεται ἐν αἴματι ἀκαθάρτῳ αὐτῆς.

6 καὶ ὅταν ἀναπληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς ἐφ’ υἱῷ ἢ ἐπὶ θυγατρί, προσοίσει ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα καὶ νοσσὸν περιστερᾶς ἢ τρυγόνα περὶ ἁμαρτίας ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα·

7 καὶ προσοίσει ἔναντι κυρίου, καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεύς, καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς. οὗτος ὁ νόμος τῆς τικτούσης ἄρσεν ἢ θῆλυ.

8 ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτῆς τὸ ἱκανὸν εἰς ἀμνόν, καὶ λήμψεται δύο τρυγόνας ἢ δύο νοσσοὺς περι, μίαν εἰς ὁλοκαύτωμα καὶ μίαν περὶ ἁμαρτίας· καὶ ἑ ὶ αὐτῆς ὁ ἱερεύς, καὶ καθαρισθήσεται.

Leviticus 11 · Leviticus 13 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)