Read Lamentations 3 side by side with translations · The Final Bible
1 Ἅλεφ. Ἐγὼ ἀνήρ ὁ βλέπων πτωχείαν, ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπʼ ἐμέ
2 παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φῶς.
3 πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν,
4 ἐπαλαίωσεν σάρκα μου καὶ δέρμα μου, ὀστέα μου συνέτριψεν.
5 Βή. ʼΑνκοδόμησεν κατʼ ἐμοῦ, καὶ ἐκύκλωσεν κεφαλὴν μου καὶ ἐμόχθησεν,
6 ἐυ σκοτινοῖς ἐκάθισέν με ὠς νεκροὺς αἰῶνος,
7 ἀνῳκοδόμησεν κατʼ ἐμοῦ καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνεν χαλκόν μου.
8 Γμελ. Καί γε κεκράξομαι καὶ βοήσω, ἀπέφραξεν προσευχήν μου.
9 Δάλεθ. ’Ανῳκοδόμησεν ὁⁱούς μου, ἐνέφραξεν τρίβους μου, ἐτάραξεν
10 ἄρκος ἐνεδρεύουσα, αὐτός μοι λέων ἐν κρυφαίοις·
11 κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέν με, ἔθετό με ἠφανισμένην.
12 Ἥ Ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος,
13 εἰσήγαγεν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ·
14 ἐγενήθην γέλως παντὶ λαῷ μου, ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν.
15 Οὐαύ. ’Ἐχόρτασέν με πικρίας, ἐμέθυσέν με χολῆς,
16 καὶ ἐξέβαλεν ψήφῳ ὀδόντας μου, ἐψώμισέν με σποδόν·
17 καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχὴν μου, ἐπελαθόμην ἀγαθά,
18 καὶ ἀπώλετο νῖκός μου καὶ ἡ ἐλπίς μου ἀπὸ Κυρίου.
19 Zάι. ʼΚἘμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ,
20 πικρία καὶ χολὴ μου μνησθήσεται, καὶ καταδολεσχήσει ἐπʼ ἐμὲ ἡ ψυχή μου·
21 ταύτην τάξω εἰς τὴν καρδίαν μου, διὰ τοῦτο ὑπομενῶ.
25 Ἥθ. Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτόν, ψυχῇ ἡ ζητήσει αὐτὸν ἀγαθόν·
26 καὶ ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον Κυρίου.
27 Tήθ. Ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ,
28 καθήσεται κατὰ μόνας καὶ σιωπήσεται, ὅτι ἤρεν ἐφʼ ἑαυτῷ.
30 Ἰώδ. Δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασθήσεται ὀνειδισμῶν,
31 ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται Κύριος.
32 Xάφ. Ὅτι ὁ ταπεινώσας οἰκτειρήσει καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ·
33 οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός.
34 Λαβδ. Γοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς,
35 τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου Γψίστου,
36 καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτόν, Κύριος οὐκ εἶπεν.
37 τίς οὕτως εἶπεν, καὶ ἐγενήθη; Κύριος οὐκ ἐνετείλατο·
38 ἐκ στόματος Ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν.
39 Μήμ. Τί γογγύσῃ ἄνθρωπος ζῶν ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ;
40 Nούν. Ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη, καὶ ἐπιστρέψωμεν ἕως Κυρίου·
41 ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς Γψηλὸν ἐν οὐρανῷ·
42 ἡμαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσθης.
43 Σάμχ. Ἐπεσκέπασας ἐν θυμῷ καὶ ἀπεδίωξας ἡμᾶς, ἀπέκτεινας, οὐκ ἐφείσω.
44 ἐπεσκέπασας νεφέλην σεαυτῷ εἰνεκεν προσευχῆς,
45 καμμύσαι με καὶ ἀπαωσθῆναι.
46 Ἄιν. Ἕθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν, ⁴⁶ διήνοιξαν ἐφʼ ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν.
47 φόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν, ἔπαρσις καὶ συντριβή·
48 ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου.
49 Φή. Ὁ ὀφθαλμός μου κατεπόθη, καὶ οὐ σιγήσομαι τοῦ μὴ εἰνιι ἕκνηψιν,
50 ἔως οὗ διακύψῃ καὶ ἴδῃ Κύριος ἐξ οὐρανοῦ.
51 ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχὴν μου παρὰ πάσας θυγατέρας πόλεαως.
52 Τιαδή. ηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον πάντες οἱ ἐχθροί μου δωρεάν,
53 ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπʼ ἐμοί.
54 ὑπερεχύθη ὕδωρ ἐπὶ κεφαλὴν μου· εἶπα Ἀπῶσμαι.
55 Κὼφ. Ἐπεκαλεσάμην τὸ ὄνομά σου, Κύριε, ἐκ λάκκου κατωτάτου,
56 φωνήν μου ἤκουσας μὴ κρύψῃς τὰ ὥτά σου εἰς τὴν δέησίν μου·
57 εἰς τὴν βοήθειάν μου ἤγγισας, ἐν ῇ σε ἡμέρᾳ ἐπεκαλεσάμην εἶπάς μοι Μὴ φοβοῦ.
58 'Ρήχς. Ἐδίκασας, Κύριε, τὰς δίκας τῆς ψυχῆς μου, ἐλυτρώσω τὴν ζωήν μου.
59 ἴδες, Κύριε, τὰς ταραχάς μου, ἔκρινας τὴν κρίσιν μου.
60 τἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν, εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί.
61 Xσέν. Ἥκουσας τὸν ὀνειδισμὸν αὐτῶν, πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατʼ ἐμοῦ,
62 χείλη ἐπανισταμένων μοι καὶ μελέτας αὐτῶν κατʼ ἐμοῦ ὅλην τὴν ἡμέραν.
63 καθέδραν αὐτῶν καὶ ἀνάκτησιν αὐτῶν. ἐπίβλεψον ἐπ ὀφθαλμοὺς αὐτῶν,
64 Κποδώσεις αὐτοῖς ἀνταπόδομα, Κύριε, κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν.
65 Θαύ. Ἀποδώσεις αὐτοῖς ὑπερασπισμόν, καρδίας μόχθον.
66 σὺ αὐτοὺς καταδιώξεις ἐν ὀργῇ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω τοῦ οὐρανοῦ, Κύριε.
Lamentations 2 · Lamentations 4 · Hebrew (Masoretic) · Aramaic (Peshitta) · Latin (Vulgate) · Coptic (Sahidic)